Add parallel Print Page Options

13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως [a]τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς [b]ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· [c]ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία· 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:13 τοῦτον WH Treg NIV ] + ἰδόντες RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀλλήλους WH Treg NIV ] ἑαυτούς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀποκτείνωμεν WH Treg NIV ] δεῦτε ἀποκτείνωμεν RP