ΚΑΤΑ ΛΟΥΚΑΝ 15:11-20
SBL Greek New Testament
11 Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· [a]ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. 13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν [b]πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς [c]ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει [d]γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν [e]ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου [f]περισσεύονται ἄρτων, ἐγὼ δὲ [g]λιμῷ ὧδε ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 [h]οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα [i]ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:12 ὁ δὲ WH Treg NIV ] Καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:13 πάντα WH Treg NIV ] ἅπαντα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:14 ἰσχυρὰ WH Treg NIV ] ἰσχυρὸς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:16 γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 ἔφη WH NIV ] εἶπεν Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 περισσεύονται WH Treg NIV ] περισσεύουσιν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 λιμῷ ὧδε WH NIV ] ὧδε λιμῷ Treg; λιμῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:19 οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:20 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software