ΚΑΤΑ ΛΟΥΚΑΝ 15:1-10
SBL Greek New Testament
15 Ἦσαν δὲ [a]αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. 2 καὶ διεγόγγυζον οἵ [b]τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. 3 εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· 4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ [c]ἀπολέσας [d]ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; 5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους [e]αὐτοῦ χαίρων, 6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ [f]ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως [g]οὗ εὕρῃ; 9 καὶ εὑροῦσα [h]συγκαλεῖ τὰς φίλας [i]καὶ γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 οὕτως, λέγω ὑμῖν, [j]γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:1 αὐτῷ ἐγγίζοντες WH Treg NIV ] ἐγγίζοντες αὐτῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:2 τε WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἀπολέσας WH NIV RP ] ἀπολέσῃ Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἐξ αὐτῶν ἓν WH Treg NIV ] ἓν ἐξ αὐτῶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:5 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:7 ἐν τῷ οὐρανῷ ἔσται WH NIV ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:8 οὗ WH Treg NIV ] ὅτου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:9 συγκαλεῖ WH NIV ] συγκαλεῖται Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:9 καὶ WH Treg NIV ] + τὰς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:10 γίνεται χαρὰ WH Treg NIV ] χαρὰ γίνεται RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software