Add parallel Print Page Options

14 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· [a]Ἔξεστιν τῷ σαββάτῳ [b]θεραπεῦσαι ἢ οὔ; οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. [c]καὶ πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ [d]πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν [e]ἐν ἡμέρᾳ τοῦ σαββάτου; καὶ οὐκ ἴσχυσαν [f]ἀνταποκριθῆναι πρὸς ταῦτα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:3 Ἔξεστιν WH Treg NIV ] Εἰ ἔξεστιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:3 θεραπεῦσαι ἢ οὔ WH Treg NIV ] θεραπεύειν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 πεσεῖται WH Treg NIV ] ἐμπεσεῖται RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 ἐν WH NIV ] ἐν τῇ RP; τῇ Treg
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:6 ἀνταποκριθῆναι WH Treg NIV ] + αὐτῷ RP