ΚΑΤΑ ΛΟΥΚΑΝ 14:1-14
SBL Greek New Testament
14 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· [a]Ἔξεστιν τῷ σαββάτῳ [b]θεραπεῦσαι ἢ οὔ; 4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 5 [c]καὶ πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ [d]πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν [e]ἐν ἡμέρᾳ τοῦ σαββάτου; 6 καὶ οὐκ ἴσχυσαν [f]ἀνταποκριθῆναι πρὸς ταῦτα.
7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε [g]ἐρεῖ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον [h]πάντων τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ [i]ἀντικαλέσωσίν σε καὶ γένηται [j]ἀνταπόδομά σοι. 13 ἀλλ’ ὅταν [k]δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:3 Ἔξεστιν WH Treg NIV ] Εἰ ἔξεστιν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:3 θεραπεῦσαι ἢ οὔ WH Treg NIV ] θεραπεύειν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 πεσεῖται WH Treg NIV ] ἐμπεσεῖται RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 ἐν WH NIV ] ἐν τῇ RP; τῇ Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:6 ἀνταποκριθῆναι WH Treg NIV ] + αὐτῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:10 ἐρεῖ WH Treg NIV ] εἴπῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:10 πάντων WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀντικαλέσωσίν σε WH Treg NIV ] σε ἀντικαλέσωσιν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀνταπόδομά σοι WH Treg NIV ] σοι ἀνταπόδομα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:13 δοχὴν ποιῇς WH NIV ] ποιῇς δοχήν Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software