Añadir traducción en paralelo Imprimir Opciones de la página

13 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. καὶ [a]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι [b]ταῦτα πεπόνθασιν; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες [c]ὁμοίως ἀπολεῖσθε. ἢ ἐκεῖνοι οἱ [d]δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι [e]αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας [f]τοὺς ἀνθρώπους τοὺς [g]κατοικοῦντας Ἰερουσαλήμ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ [h]μετανοῆτε πάντες [i]ὡσαύτως ἀπολεῖσθε.

Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις [j]πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη [k]ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· [l]ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπὸν [m]εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:2 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:2 ταῦτα WH Treg NIV ] τοιαῦτα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:3 ὁμοίως WH Treg NIV ] ὡσαύτως RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 δεκαοκτὼ WH NIV ] δέκα καὶ ὀκτὼ RP Treg
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 αὐτοὶ WH Treg NIV ] οὗτοι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 τοὺς WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 κατοικοῦντας WH Treg NIV ] + ἐν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5 μετανοῆτε NIV RP ] μετανοήσητε WH Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5 ὡσαύτως WH Treg NIV ] ὁμοίως RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:6 πεφυτευμένην ἐν … αὐτοῦ WH Treg NIV ] ἐν … αὐτοῦ πεφυτευμένην RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:7 ἀφ᾽ οὗ WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:7 ἔκκοψον WH Treg NIV RP ] + οὖν NA
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:9 εἰς τὸ μέλλον — εἰ δὲ μήγε, WH Treg NIV ] εἰ δὲ μήγε, εἰς τὸ μέλλον RP