Add parallel Print Page Options

15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ [a]πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ [b]αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων [c]αὐτῷ. 16 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17 καὶ διελογίζετο ἐν [d]ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 πάσης WH Treg NIV ] τῆς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:17 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH