Add parallel Print Page Options

35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ· 36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ [a]συγγενίς σου καὶ αὐτὴ [b]συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ [c]τοῦ θεοῦ πᾶν ῥῆμα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:36 συγγενίς WH NIV ] συγγενής Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:36 συνείληφεν WH Treg NIV ] συνείληφυῖα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:37 τοῦ θεοῦ WH Treg NIV ] τῷ θεῷ RP