Add parallel Print Page Options

26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ [a]ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ 27 πρὸς παρθένον [b]ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ [c]εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ [d]σοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:26 ἀπὸ WH Treg NIV ] ὑπὸ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:27 ἐμνηστευμένην WH Treg NIV ] μεμνηστευμένην RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:28 εἰσελθὼν WH NA ] + ὁ ἄγγελος Treg NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:28 σοῦ WH NIV ] + εὐλογημένη σὺ ἐν γυναιξίν Treg RP