ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6
SBL Greek New Testament
6 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. 2 [a]ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι [b]ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. 3 ἀνῆλθεν δὲ εἰς τὸ [c]ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. 5 ἐπάρας οὖν [d]τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει [e]πρὸς Φίλιππον· Πόθεν [f]ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7 ἀπεκρίθη [g]αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα [h]ἕκαστος βραχύ [i]τι λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9 Ἔστιν [j]παιδάριον ὧδε [k]ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10 [l]εἶπεν ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν [m]ὡς πεντακισχίλιοι. 11 ἔλαβεν [n]οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας [o]διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ [p]ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. 14 οἱ οὖν ἄνθρωποι ἰδόντες [q]ὃ ἐποίησεν σημεῖον [r]ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα [s]ποιήσωσιν βασιλέα ἀνεχώρησεν [t]πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες [u]εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ [v]οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος [w]διεγείρετο. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως [x]ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης [y]εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ [z]ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ [aa]πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 [ab]ἀλλὰ ἦλθεν [ac]πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ [ad]πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.
25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε· 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. 28 εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; 29 ἀπεκρίθη [ae]ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα [af]πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς [ag]δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· 33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35 [ah]Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς [ai]ἐμὲ οὐ μὴ [aj]διψήσει πώποτε. 36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός [ak]με οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα [al]ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός [am]με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω [an]αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο [ao]γάρ ἐστιν τὸ θέλημα τοῦ [ap]πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν [aq]ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· [ar]Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς [as]νῦν [at]λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 [au]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ’ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός [av]με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· [aw]πᾶς ὁ [ax]ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς [ay]ἐμέ. 46 οὐχ ὅτι τὸν πατέρα [az]ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ [ba]πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 49 οἱ πατέρες ὑμῶν ἔφαγον [bb]ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου [bc]ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού [bd]ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [be]αὐτοῦ φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου [bf]ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου [bg]ἀληθής ἐστι πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος [bh]ζήσει δι’ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ [bi]ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ [bj]πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον [bk]ζήσει εἰς τὸν αἰῶνα. 59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν [bl]ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ [bm]λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ [bn]πατρός.
66 Ἐκ τούτου πολλοὶ [bo]ἐκ [bp]τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 [bq]ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ [br]ἅγιος τοῦ [bs]θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος [bt]Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν [bu]παραδιδόναι αὐτόν, [bv]εἷς ἐκ τῶν δώδεκα.
Footnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:2 ἠκολούθει δὲ WH Treg NIV ] καὶ ἠκολούθει RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:2 ἐθεώρουν WH Treg NIV ] ἑώρων αὐτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:3 ὄρος WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 πρὸς WH Treg NIV ] + τὸν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 ἀγοράσωμεν WH Treg NIV ] ἀγοράσομεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 αὐτῷ WH Treg RP ] + ὁ NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 ἕκαστος WH Treg NIV ] + αὐτῶν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 τι RP NIV ] – WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:9 παιδάριον WH Treg NIV ] + ἓν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:9 ὃς WH Treg NIV ] ὃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:10 εἶπεν WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:10 ὡς WH Treg NIV ] ὡσεὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11 οὖν WH Treg NIV ] δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11 διέδωκεν WH Treg NIV ] + τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:13 ἐπερίσσευσαν WH Treg NIV ] ἐπερίσσευσεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:14 ὃ ἐποίησεν σημεῖον Treg NIV RP ] ἃ ἐποίησεν σημεῖα WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:14 ἔλεγον WH Treg NIV ] ὁ Ἰησοῦς ἔλεγον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:15 ποιήσωσιν WH Treg NIV ] + αὐτὸν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:15 πάλιν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:17 εἰς WH Treg NIV ] + τὸ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:17 οὔπω WH Treg NIV ] οὐκ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:18 διεγείρετο WH Treg NIV ] διηγείρετο RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:21 ἐγένετο τὸ πλοῖον WH Treg NIV ] τὸ πλοῖον ἐγένετο RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 εἶδον WH Treg NIV ] ἰδὼν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 ἕν WH Treg NIV ] + ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 πλοῖον WH Treg NIV ] πλοιάριον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:23 ἀλλὰ WH Treg ] ἄλλα NIV; ἄλλα δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:23 πλοιάρια Treg NIV RP ] πλοῖα WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:24 πλοιάρια WH Treg NIV ] πλοῖα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29 πιστεύητε WH Treg NIV ] πιστεύσητε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:32 δέδωκεν NIV RP ] ἔδωκεν WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 Εἶπεν WH Treg NA ] + οὖν NIV; + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 ἐμὲ WH Treg NIV ] με RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 διψήσει WH Treg NIV ] διψήσῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37 με WH Treg RP ] ἐμὲ NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:38 ἀπὸ WH Treg NIV ] ἐκ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 με WH Treg NIV ] + πατρός RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 αὐτὸ WH Treg RP ] + ἐν NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 γάρ WH Treg NIV ] δέ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 πατρός μου WH Treg NIV ] πέμψαντός με RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 ἐγὼ WH Treg RP ] + ἐν NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 Οὐχ NIV RP ] Οὐχὶ WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 νῦν WH Treg NIV ] οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 λέγει WH Treg NIV ] + οὗτος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:43 ἀπεκρίθη WH Treg NIV ] + οὖν ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44 με WH Treg NIV ] ἐμέ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 πᾶς WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἀκούσας WH Treg NIV ] ἀκούων RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἐμέ WH Treg NIV ] με RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:46 ἑώρακέν τις WH Treg NIV ] τις ἑώρακεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:47 πιστεύων WH NIV ] + εἰς ἐμέ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:49 ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NIV ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ζήσει WH NIV ] ζήσεται Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ἐστιν WH Treg NIV ] + ἣν ἐγὼ δώσω RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:52 αὐτοῦ WH NIV ] – Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:55 *ἀληθής WH Treg NIV ] ἀληθῶς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:55 *ἀληθής WH Treg NIV ] ἀληθῶς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:57 ζήσει WH Treg NIV ] ζήσεται RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 ἐξ WH Treg NIV ] ἐκ τοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 πατέρες WH Treg NA ] + ὑμῶν τὸ μάννα NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 ζήσει WH Treg NIV ] ζήσεται RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:60 ὁ λόγος οὗτος WH Treg NIV ] οὗτος ὁ λόγος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63 λελάληκα WH Treg NIV ] λαλῶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65 πατρός WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 ἐκ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NIV ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68 ἀπεκρίθη WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 ἅγιος WH Treg NIV ] χριστὸς ὁ υἱὸς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 θεοῦ WH Treg NIV ] + τοῦ ζῶντος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτην RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 παραδιδόναι αὐτόν WH Treg NIV ] αὐτόν παραδιδόναι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 εἷς WH Treg NIV ] + ὢν RP
John 6
New King James Version
Feeding the Five Thousand(A)
6 After (B)these things Jesus went over the Sea of Galilee, which is the Sea of (C)Tiberias. 2 Then a great multitude followed Him, because they saw His signs which He performed on those who were (D)diseased.[a] 3 And Jesus went up on the mountain, and there He sat with His disciples.
4 (E)Now the Passover, a feast of the Jews, was near. 5 (F)Then Jesus lifted up His eyes, and seeing a great multitude coming toward Him, He said to (G)Philip, “Where shall we buy bread, that these may eat?” 6 But this He said to test him, for He Himself knew what He would do.
7 Philip answered Him, (H)“Two hundred denarii worth of bread is not sufficient for them, that every one of them may have a little.”
8 One of His disciples, (I)Andrew, Simon Peter’s brother, said to Him, 9 “There is a lad here who has five barley loaves and two small fish, (J)but what are they among so many?”
10 Then Jesus said, “Make the people sit down.” Now there was much grass in the place. So the men sat down, in number about five thousand. 11 And Jesus took the loaves, and when He had given thanks He distributed them [b]to the disciples, and the disciples to those sitting down; and likewise of the fish, as much as they wanted. 12 So when they were filled, He said to His disciples, “Gather up the fragments that remain, so that nothing is lost.” 13 Therefore they gathered them up, and filled twelve baskets with the fragments of the five barley loaves which were left over by those who had eaten. 14 Then those men, when they had seen the sign that Jesus did, said, “This is truly (K)the Prophet who is to come into the world.”
Jesus Walks on the Sea(L)
15 Therefore when Jesus perceived that they were about to come and take Him by force to make Him (M)king, He departed again to the mountain by Himself alone.
16 (N)Now when evening came, His disciples went down to the sea, 17 got into the boat, and went over the sea toward Capernaum. And it was already dark, and Jesus had not come to them. 18 Then the sea arose because a great wind was blowing. 19 So when they had rowed about [c]three or four miles, they saw Jesus walking on the sea and drawing near the boat; and they were (O)afraid. 20 But He said to them, (P)“It is I; do not be afraid.” 21 Then they willingly received Him into the boat, and immediately the boat was at the land where they were going.
The Bread from Heaven
22 On the following day, when the people who were standing on the other side of the sea saw that there was no other boat there, except [d]that one [e]which His disciples had entered, and that Jesus had not entered the boat with His disciples, but His disciples had gone away alone— 23 however, other boats came from Tiberias, near the place where they ate bread after the Lord had given thanks— 24 when the people therefore saw that Jesus was not there, nor His disciples, they also got into boats and came to Capernaum, (Q)seeking Jesus. 25 And when they found Him on the other side of the sea, they said to Him, “Rabbi, when did You come here?”
26 Jesus answered them and said, “Most assuredly, I say to you, you seek Me, not because you saw the signs, but because you ate of the loaves and were filled. 27 (R)Do not labor for the food which perishes, but (S)for the food which endures to everlasting life, which the Son of Man will give you, (T)because God the Father has set His seal on Him.”
28 Then they said to Him, “What shall we do, that we may work the works of God?”
29 Jesus answered and said to them, (U)“This is the work of God, that you believe in Him whom He sent.”
30 Therefore they said to Him, (V)“What sign will You perform then, that we may see it and believe You? What work will You do? 31 (W)Our fathers ate the manna in the desert; as it is written, (X)‘He gave them bread from heaven to eat.’ ”
32 Then Jesus said to them, “Most assuredly, I say to you, Moses did not give you the bread from heaven, but (Y)My Father gives you the true bread from heaven. 33 For the bread of God is He who comes down from heaven and gives life to the world.”
34 (Z)Then they said to Him, “Lord, give us this bread always.”
35 And Jesus said to them, (AA)“I am the bread of life. (AB)He who comes to Me shall never hunger, and he who believes in Me shall never (AC)thirst. 36 (AD)But I said to you that you have seen Me and yet (AE)do not believe. 37 (AF)All that the Father gives Me will come to Me, and (AG)the one who comes to Me I will [f]by no means cast out. 38 For I have come down from heaven, (AH)not to do My own will, (AI)but the will of Him who sent Me. 39 This is the will of the Father who sent Me, (AJ)that of all He has given Me I should lose nothing, but should raise it up at the last day. 40 And this is the will of Him who sent Me, (AK)that everyone who sees the Son and believes in Him may have everlasting life; and I will raise him up at the last day.”
Rejected by His Own
41 The Jews then [g]complained about Him, because He said, “I am the bread which came down from heaven.” 42 And they said, (AL)“Is not this Jesus, the son of Joseph, whose father and mother we know? How is it then that He says, ‘I have come down from heaven’?”
43 Jesus therefore answered and said to them, [h]“Do not murmur among yourselves. 44 (AM)No one can come to Me unless the Father who sent Me (AN)draws him; and I will raise him up at the last day. 45 It is written in the prophets, (AO)‘And they shall all be taught by God.’ (AP)Therefore everyone who [i]has heard and learned from the Father comes to Me. 46 (AQ)Not that anyone has seen the Father, (AR)except He who is from God; He has seen the Father. 47 Most assuredly, I say to you, (AS)he who believes [j]in Me has everlasting life. 48 (AT)I am the bread of life. 49 (AU)Your fathers ate the manna in the wilderness, and are dead. 50 (AV)This is the bread which comes down from heaven, that one may eat of it and not die. 51 I am the living bread (AW)which came down from heaven. If anyone eats of this bread, he will live forever; and (AX)the bread that I shall give is My flesh, which I shall give for the life of the world.”
52 The Jews therefore (AY)quarreled among themselves, saying, “How can this Man give us His flesh to eat?”
53 Then Jesus said to them, “Most assuredly, I say to you, unless (AZ)you eat the flesh of the Son of Man and drink His blood, you have no life in you. 54 (BA)Whoever eats My flesh and drinks My blood has eternal life, and I will raise him up at the last day. 55 For My flesh is [k]food indeed, and My blood is [l]drink indeed. 56 He who eats My flesh and drinks My blood (BB)abides in Me, and I in him. 57 As the living Father sent Me, and I live because of the Father, so he who feeds on Me will live because of Me. 58 (BC)This is the bread which came down from heaven—not (BD)as your fathers ate the manna, and are dead. He who eats this bread will live forever.”
59 These things He said in the synagogue as He taught in Capernaum.
Many Disciples Turn Away
60 (BE)Therefore many of His disciples, when they heard this, said, “This is a [m]hard saying; who can understand it?”
61 When Jesus knew in Himself that His disciples [n]complained about this, He said to them, “Does this [o]offend you? 62 (BF)What then if you should see the Son of Man ascend where He was before? 63 (BG)It is the Spirit who gives life; the (BH)flesh profits nothing. The (BI)words that I speak to you are spirit, and they are life. 64 But (BJ)there are some of you who do not believe.” For (BK)Jesus knew from the beginning who they were who did not believe, and who would betray Him. 65 And He said, “Therefore (BL)I have said to you that no one can come to Me unless it has been granted to him by My Father.”
66 (BM)From that time many of His disciples went [p]back and walked with Him no more. 67 Then Jesus said to the twelve, “Do you also want to go away?”
68 But Simon Peter answered Him, “Lord, to whom shall we go? You have (BN)the words of eternal life. 69 (BO)Also we have come to believe and know that You are the [q]Christ, the Son of the living God.”
70 Jesus answered them, (BP)“Did I not choose you, the twelve, (BQ)and one of you is a devil?” 71 He spoke of (BR)Judas Iscariot, the son of Simon, for it was he who would (BS)betray Him, being one of the twelve.
Footnotes
- John 6:2 sick
- John 6:11 NU omits to the disciples, and the disciples
- John 6:19 Lit. 25 or 30 stadia
- John 6:22 NU omits that
- John 6:22 NU omits which His disciples had entered
- John 6:37 certainly not
- John 6:41 grumbled
- John 6:43 Stop grumbling
- John 6:45 M hears and has learned
- John 6:47 NU omits in Me
- John 6:55 NU true food
- John 6:55 NU true drink
- John 6:60 difficult
- John 6:61 grumbled
- John 6:61 make you stumble
- John 6:66 Or away; lit. to the back
- John 6:69 NU Holy One of God.
John 6
King James Version
6 After these things Jesus went over the sea of Galilee, which is the sea of Tiberias.
2 And a great multitude followed him, because they saw his miracles which he did on them that were diseased.
3 And Jesus went up into a mountain, and there he sat with his disciples.
4 And the passover, a feast of the Jews, was nigh.
5 When Jesus then lifted up his eyes, and saw a great company come unto him, he saith unto Philip, Whence shall we buy bread, that these may eat?
6 And this he said to prove him: for he himself knew what he would do.
7 Philip answered him, Two hundred pennyworth of bread is not sufficient for them, that every one of them may take a little.
8 One of his disciples, Andrew, Simon Peter's brother, saith unto him,
9 There is a lad here, which hath five barley loaves, and two small fishes: but what are they among so many?
10 And Jesus said, Make the men sit down. Now there was much grass in the place. So the men sat down, in number about five thousand.
11 And Jesus took the loaves; and when he had given thanks, he distributed to the disciples, and the disciples to them that were set down; and likewise of the fishes as much as they would.
12 When they were filled, he said unto his disciples, Gather up the fragments that remain, that nothing be lost.
13 Therefore they gathered them together, and filled twelve baskets with the fragments of the five barley loaves, which remained over and above unto them that had eaten.
14 Then those men, when they had seen the miracle that Jesus did, said, This is of a truth that prophet that should come into the world.
15 When Jesus therefore perceived that they would come and take him by force, to make him a king, he departed again into a mountain himself alone.
16 And when even was now come, his disciples went down unto the sea,
17 And entered into a ship, and went over the sea toward Capernaum. And it was now dark, and Jesus was not come to them.
18 And the sea arose by reason of a great wind that blew.
19 So when they had rowed about five and twenty or thirty furlongs, they see Jesus walking on the sea, and drawing nigh unto the ship: and they were afraid.
20 But he saith unto them, It is I; be not afraid.
21 Then they willingly received him into the ship: and immediately the ship was at the land whither they went.
22 The day following, when the people which stood on the other side of the sea saw that there was none other boat there, save that one whereinto his disciples were entered, and that Jesus went not with his disciples into the boat, but that his disciples were gone away alone;
23 (Howbeit there came other boats from Tiberias nigh unto the place where they did eat bread, after that the Lord had given thanks:)
24 When the people therefore saw that Jesus was not there, neither his disciples, they also took shipping, and came to Capernaum, seeking for Jesus.
25 And when they had found him on the other side of the sea, they said unto him, Rabbi, when camest thou hither?
26 Jesus answered them and said, Verily, verily, I say unto you, Ye seek me, not because ye saw the miracles, but because ye did eat of the loaves, and were filled.
27 Labour not for the meat which perisheth, but for that meat which endureth unto everlasting life, which the Son of man shall give unto you: for him hath God the Father sealed.
28 Then said they unto him, What shall we do, that we might work the works of God?
29 Jesus answered and said unto them, This is the work of God, that ye believe on him whom he hath sent.
30 They said therefore unto him, What sign shewest thou then, that we may see, and believe thee? what dost thou work?
31 Our fathers did eat manna in the desert; as it is written, He gave them bread from heaven to eat.
32 Then Jesus said unto them, Verily, verily, I say unto you, Moses gave you not that bread from heaven; but my Father giveth you the true bread from heaven.
33 For the bread of God is he which cometh down from heaven, and giveth life unto the world.
34 Then said they unto him, Lord, evermore give us this bread.
35 And Jesus said unto them, I am the bread of life: he that cometh to me shall never hunger; and he that believeth on me shall never thirst.
36 But I said unto you, That ye also have seen me, and believe not.
37 All that the Father giveth me shall come to me; and him that cometh to me I will in no wise cast out.
38 For I came down from heaven, not to do mine own will, but the will of him that sent me.
39 And this is the Father's will which hath sent me, that of all which he hath given me I should lose nothing, but should raise it up again at the last day.
40 And this is the will of him that sent me, that every one which seeth the Son, and believeth on him, may have everlasting life: and I will raise him up at the last day.
41 The Jews then murmured at him, because he said, I am the bread which came down from heaven.
42 And they said, Is not this Jesus, the son of Joseph, whose father and mother we know? how is it then that he saith, I came down from heaven?
43 Jesus therefore answered and said unto them, Murmur not among yourselves.
44 No man can come to me, except the Father which hath sent me draw him: and I will raise him up at the last day.
45 It is written in the prophets, And they shall be all taught of God. Every man therefore that hath heard, and hath learned of the Father, cometh unto me.
46 Not that any man hath seen the Father, save he which is of God, he hath seen the Father.
47 Verily, verily, I say unto you, He that believeth on me hath everlasting life.
48 I am that bread of life.
49 Your fathers did eat manna in the wilderness, and are dead.
50 This is the bread which cometh down from heaven, that a man may eat thereof, and not die.
51 I am the living bread which came down from heaven: if any man eat of this bread, he shall live for ever: and the bread that I will give is my flesh, which I will give for the life of the world.
52 The Jews therefore strove among themselves, saying, How can this man give us his flesh to eat?
53 Then Jesus said unto them, Verily, verily, I say unto you, Except ye eat the flesh of the Son of man, and drink his blood, ye have no life in you.
54 Whoso eateth my flesh, and drinketh my blood, hath eternal life; and I will raise him up at the last day.
55 For my flesh is meat indeed, and my blood is drink indeed.
56 He that eateth my flesh, and drinketh my blood, dwelleth in me, and I in him.
57 As the living Father hath sent me, and I live by the Father: so he that eateth me, even he shall live by me.
58 This is that bread which came down from heaven: not as your fathers did eat manna, and are dead: he that eateth of this bread shall live for ever.
59 These things said he in the synagogue, as he taught in Capernaum.
60 Many therefore of his disciples, when they had heard this, said, This is an hard saying; who can hear it?
61 When Jesus knew in himself that his disciples murmured at it, he said unto them, Doth this offend you?
62 What and if ye shall see the Son of man ascend up where he was before?
63 It is the spirit that quickeneth; the flesh profiteth nothing: the words that I speak unto you, they are spirit, and they are life.
64 But there are some of you that believe not. For Jesus knew from the beginning who they were that believed not, and who should betray him.
65 And he said, Therefore said I unto you, that no man can come unto me, except it were given unto him of my Father.
66 From that time many of his disciples went back, and walked no more with him.
67 Then said Jesus unto the twelve, Will ye also go away?
68 Then Simon Peter answered him, Lord, to whom shall we go? thou hast the words of eternal life.
69 And we believe and are sure that thou art that Christ, the Son of the living God.
70 Jesus answered them, Have not I chosen you twelve, and one of you is a devil?
71 He spake of Judas Iscariot the son of Simon: for he it was that should betray him, being one of the twelve.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.