Add parallel Print Page Options

50 λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. [a]ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ [b]ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ [c]ὑπήντησαν [d]αὐτῷ λέγοντες ὅτι ὁ παῖς [e]αὐτοῦ ζῇ. 52 ἐπύθετο οὖν [f]τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· [g]εἶπαν οὖν αὐτῷ ὅτι [h]Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:50 ἐπίστευσεν WH Treg NIV ] καὶ ἐπίστευσεν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:50 ὃν WH Treg NIV ] ᾧ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 ὑπήντησαν WH Treg NIV ] ἀπήντησαν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 αὐτῷ WH NIV ] + καὶ ἀπήγγειλαν Treg RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 αὐτοῦ WH Treg NIV ] σου RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 τὴν ὥραν παρ’ αὐτῶν WH Treg NIV ] παρ’ αὐτῶν τὴν ὥραν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 εἶπαν οὖν WH Treg NIV ] Καὶ εἶπον RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 Ἐχθὲς WH Treg NIV ] Χθὲς RP