ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:1-12
SBL Greek New Testament
2 Καὶ τῇ [a]ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· 2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. 4 [b]καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· [c]Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ [d]λίθιναι ὑδρίαι ἓξ [e]κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· [f]οἱ δὲ ἤνεγκαν. 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν [g]μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 ταύτην [h]ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ [i]ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:1 ἡμέρᾳ τῇ τρίτῃ WH NIV RP] τρίτῃ ἡμέρᾳ Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:4 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:5 Ὅ τι Treg NIV RP ] Ὅτι WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:6 λίθιναι ὑδρίαι WH Treg NIV ] ὑδρίαι λίθιναι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:6 κατὰ … Ἰουδαίων κείμεναι WH Treg NIV ] κείμεναι κατὰ … Ἰουδαίων RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:8 οἱ δὲ WH Treg NIV ] Καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:10 μεθυσθῶσιν WH NIV ] + τότε Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:11 ἐποίησεν WH Treg NIV ] + τὴν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:12 ἀδελφοὶ WH Treg ] + αὐτοῦ NIV RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software