Add parallel Print Page Options

12 ἐκ τούτου [a]ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι [b]ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13 Ὁ οὖν Πιλᾶτος ἀκούσας [c]τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν [d]ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα [e]ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:12 ὁ Πιλᾶτος ἐζήτει WH Treg NIV ] ἐζήτει ὁ Πιλᾶτος RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:12 ἐκραύγασαν WH Treg NIV ] ἔκραζον RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13 τῶν λόγων τούτων WH Treg NIV ] τοῦτον τὸν λόγον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13 ἐπὶ WH Treg NIV ] + τοῦ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:14 ἦν ὡς WH Treg NIV ] δὲ ὡσεὶ RP