Add parallel Print Page Options

ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις [a]συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [b]ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς [c]οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν [d]ἐξῆλθεν, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:2 συνήχθη WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:3 ἐκ τῶν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 οὖν WH NIV RP ] δὲ Treg
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 ἐξῆλθεν καὶ λέγει WH Treg NIV ] ἐξελθὼν εἶπεν RP