Add parallel Print Page Options

18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον [a]ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν [b]εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ [c]εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος [d]ἐποίησεν, ἁμαρτίαν οὐκ [e]εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ [f]ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι Ἐμίσησάν με δωρεάν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:18 ὑμῶν WH Treg RP NA ] – NIV
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:21 εἰς ὑμᾶς WH Treg NIV ] ὑμῖν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:22 εἴχοσαν WH Treg NIV ] εἶχον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:24 ἐποίησεν WH Treg NIV ] πεποίηκεν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:24 εἴχοσαν WH Treg NIV ] εἴχον RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:25 ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος WH Treg NIV ] γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν RP