Add parallel Print Page Options

31 Ὅτε [a]οὖν ἐξῆλθεν [b]λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· 32 [c]εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν [d]αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου [e]ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31 οὖν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31 λέγει WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:32 αὑτῷ WH ] αὐτῷ Treg NIV; ἑαυτῷ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:33 ἐγὼ ὑπάγω WH Treg NIV ] ὑπάγω ἐγὼ RP