Font Size
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31-35
SBL Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31-35
SBL Greek New Testament
31 Ὅτε [a]οὖν ἐξῆλθεν [b]λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· 32 [c]εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν [d]αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου [e]ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31 οὖν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31 λέγει WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:32 αὑτῷ WH ] αὐτῷ Treg NIV; ἑαυτῷ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:33 ἐγὼ ὑπάγω WH Treg NIV ] ὑπάγω ἐγὼ RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software