Add parallel Print Page Options

37 τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας· 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ [a]ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ [b]στραφῶσιν, καὶ [c]ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἠσαΐας [d]ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 ἐπώρωσεν WH Treg NIV ] πεπώρωκεν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 στραφῶσιν WH Treg NIV ] ἐπιστραφῶσιν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 ἰάσομαι WH Treg NIV ] ἰάσωμαι RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:41 ὅτι WH Treg NIV ] ὅτε RP