Add parallel Print Page Options

12 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν [a]Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν [b]Ἰησοῦς. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν [c]ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· ἡ οὖν [d]Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Λάζαρος WH NIV ] + ὁ τεθνηκώς Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Ἰησοῦς WH NIV] ὁ Ἰησοῦς Treg; – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:2 ἐκ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3 Μαριὰμ WH Treg NIV ] Μαρία RP