Add parallel Print Page Options

41 εὑρίσκει οὗτος [a]πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός). 42 [b]ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς [c]Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:41 πρῶτον WH Treg NIV ] πρῶτος RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 ἤγαγεν WH Treg NIV ] καὶ ἤγαγεν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP