Add parallel Print Page Options

25 Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί [a]φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς [b]αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν· 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν; ἤ· Τί πίωμεν; ἤ· Τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη [c]ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 ζητεῖτε δὲ πρῶτον τὴν [d]βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει [e]αὑτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:25 φάγητε Holmes WHmarg] + ἢ τί πίητε WH Treg NIV; + καὶ τί πίητε RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:28 αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν WH NIV ] αὐξάνουσιν· οὐ κοπιοῦσιν οὐδὲ νήθουσιν Treg; αὐξάνει οὐ κοπιᾷ οὐδὲ νήθει RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:32 ἐπιζητοῦσιν WH Treg NIV ] ἐπιζητεῖ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:33 βασιλείαν WH ] + τοῦ θεοῦ Treg NIV RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:34 αὑτῆς WH ] ἑαυτῆς Treg NIV; τὰ ἑαυτῆς RP

25 δια τουτο λεγω υμιν μη μεριμνατε τη ψυχη υμων τι φαγητε και τι πιητε μηδε τω σωματι υμων τι ενδυσησθε ουχι η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος

26 εμβλεψατε εις τα πετεινα του ουρανου οτι ου σπειρουσιν ουδε θεριζουσιν ουδε συναγουσιν εις αποθηκας και ο πατηρ υμων ο ουρανιος τρεφει αυτα ουχ υμεις μαλλον διαφερετε αυτων

27 τις δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα

28 και περι ενδυματος τι μεριμνατε καταμαθετε τα κρινα του αγρου πως αυξανει ου κοπια ουδε νηθει

29 λεγω δε υμιν οτι ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων

30 ει δε τον χορτον του αγρου σημερον οντα και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεννυσιν ου πολλω μαλλον υμας ολιγοπιστοι

31 μη ουν μεριμνησητε λεγοντες τι φαγωμεν η τι πιωμεν η τι περιβαλωμεθα

32 παντα γαρ ταυτα τα εθνη επιζητει οιδεν γαρ ο πατηρ υμων ο ουρανιος οτι χρηζετε τουτων απαντων

33 ζητειτε δε πρωτον την βασιλειαν του θεου και την δικαιοσυνην αυτου και ταυτα παντα προστεθησεται υμιν

34 μη ουν μεριμνησητε εις την αυριον η γαρ αυριον μεριμνησει τα εαυτης αρκετον τη ημερα η κακια αυτης

Read full chapter

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο [a]λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ [b]ψυχῇ τί φάγητε, μηδὲ τῷ [c]σώματι τί ἐνδύσησθε. 23 [d]γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται [e]ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι [f]πῆχυν; 26 εἰ οὖν [g]οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ [h]ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως [i]ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε [j]καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου [k]ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 πλὴν ζητεῖτε τὴν βασιλείαν [l]αὐτοῦ, καὶ [m]ταῦτα προστεθήσεται ὑμῖν.

32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 λέγω ὑμῖν WH Treg NIV ] ὑμῖν λέγω RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 ψυχῇ WH Treg NIV ] + ὑμῶν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 σώματι Treg NIV RP ] + ὑμῶν WH
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:23 γὰρ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 ἐπὶ … αὐτοῦ προσθεῖναι WH NIV ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 πῆχυν WH NA ] + ἕνα Treg NIV RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:26 οὐδὲ WH Treg NIV ] οὐτὲ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NIV ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἀμφιέζει WH Treg NIV ] ἀμφιέννυσιν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:29 καὶ WH Treg NIV ] ἢ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:30 ἐπιζητοῦσιν WH Treg NIV ] ἐπιζητεῖ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 αὐτοῦ WH Treg NIV ] τοῦ θεοῦ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 ταῦτα WH Treg NIV ] + πάντα RP

22 ειπεν δε προς τους μαθητας αυτου δια τουτο υμιν λεγω μη μεριμνατε τη ψυχη υμων τι φαγητε μηδε τω σωματι τι ενδυσησθε

23 η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος

24 κατανοησατε τους κορακας οτι ου σπειρουσιν ουδε θεριζουσιν οις ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεος τρεφει αυτους ποσω μαλλον υμεις διαφερετε των πετεινων

25 τις δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα

26 ει ουν ουτε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε

27 κατανοησατε τα κρινα πως αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων

28 ει δε τον χορτον εν τω αγρω σημερον οντα και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεννυσιν ποσω μαλλον υμας ολιγοπιστοι

29 και υμεις μη ζητειτε τι φαγητε η τι πιητε και μη μετεωριζεσθε

30 ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητει υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων

31 πλην ζητειτε την βασιλειαν του θεου και ταυτα παντα προστεθησεται υμιν

32 μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν

Read full chapter