ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16-18
SBL Greek New Testament
16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε [a]ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω [b]ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ [c]κρυφαίῳ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ [d]κρυφαίῳ ἀποδώσει σοι.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16 ὡς WH Treg NIV ] ὥσπερ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16 ὑμῖν WH Treg NIV ] + ὅτι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:18 *κρυφαίῳ WH Treg NIV ] κρυπτῷ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:18 *κρυφαίῳ WH Treg NIV ] κρυπτῷ RP
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16-18
1550 Stephanus New Testament
16 οταν δε νηστευητε μη γινεσθε ωσπερ οι υποκριται σκυθρωποι αφανιζουσιν γαρ τα προσωπα αυτων οπως φανωσιν τοις ανθρωποις νηστευοντες αμην λεγω υμιν οτι απεχουσιν τον μισθον αυτων
17 συ δε νηστευων αλειψαι σου την κεφαλην και το προσωπον σου νιψαι
18 οπως μη φανης τοις ανθρωποις νηστευων αλλα τω πατρι σου τω εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι εν τω φανερω
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software