Add parallel Print Page Options

27 Ἠκούσατε ὅτι ἐρρέθη· Οὐ μοιχεύσεις. 28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. 30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου [a]εἰς γέενναν ἀπέλθῃ.

31 Ἐρρέθη [b]δέ· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον. 32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι [c]πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν [d]μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:30 εἰς γέενναν ἀπέλθῃ WH Treg NIV ] βληθῇ εἰς γέενναν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:31 δέ WH Treg NIV ] + ὅτι RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:32 πᾶς ὁ ἀπολύων WH Treg NIV ] ὃς ἂν ἀπολύσῃ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:32 μοιχευθῆναι WH Treg NIV ] μοιχᾶσθαι RP

27 ηκουσατε οτι ερρεθη τοις αρχαιοις ου μοιχευσεις

28 εγω δε λεγω υμιν οτι πας ο βλεπων γυναικα προς το επιθυμησαι αυτης ηδη εμοιχευσεν αυτην εν τη καρδια αυτου

29 ει δε ο οφθαλμος σου ο δεξιος σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εις γεενναν

30 και ει η δεξια σου χειρ σκανδαλιζει σε εκκοψον αυτην και βαλε απο σου συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εις γεενναν

31 ερρεθη δε οτι ος αν απολυση την γυναικα αυτου δοτω αυτη αποστασιον

32 εγω δε λεγω υμιν οτι ος αν απολυση την γυναικα αυτου παρεκτος λογου πορνειας ποιει αυτην μοιχασθαι και ος εαν απολελυμενην γαμηση μοιχαται

Read full chapter

43 Καὶ ἐὰν [a]σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν [b]ἐστίν σε κυλλὸν [c]εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ [d]ἄσβεστον. 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν [e]σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν [f]γέενναν. 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν [g]σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς [h]τὴν [i]γέενναν, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 σκανδαλίζῃ Treg NIV RP ] σκανδαλίσῃ WH
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἐστίν σε WH Treg NIV ] σοι ἐστὶν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NIV ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἄσβεστον WH NIV ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:45 σε WH Treg NIV ] σοι RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:45 γέενναν WH NIV ] + εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 σέ WH Treg NIV ] σοι RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 τὴν Treg NIV RP ] – WH
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 γέενναν WH Treg NIV ] + τοῦ πυρός RP

43 και εαν σκανδαλιζη σε η χειρ σου αποκοψον αυτην καλον σοι εστιν κυλλον εις την ζωην εισελθειν η τας δυο χειρας εχοντα απελθειν εις την γεενναν εις το πυρ το ασβεστον

44 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται

45 και εαν ο πους σου σκανδαλιζη σε αποκοψον αυτον καλον εστιν σοι εισελθειν εις την ζωην χωλον η τους δυο ποδας εχοντα βληθηναι εις την γεενναν εις το πυρ το ασβεστον

46 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται

47 και εαν ο οφθαλμος σου σκανδαλιζη σε εκβαλε αυτον καλον σοι εστιν μονοφθαλμον εισελθειν εις την βασιλειαν του θεου η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν του πυρος

48 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται

Read full chapter

18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, [a]καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:18 καὶ WH Treg NIV ] + πᾶς RP

18 πας ο απολυων την γυναικα αυτου και γαμων ετεραν μοιχευει και πας ο απολελυμενην απο ανδρος γαμων μοιχευει

Read full chapter