ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:1-2
SBL Greek New Testament
24 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς [a]ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· 2 ὁ δὲ [b]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε [c]ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NIV ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 ἀποκριθεὶς WH Treg NIV ] Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:1-2
SBL Greek New Testament
13 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 καὶ ὁ [a]Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ [b]ὧδε λίθος ἐπὶ [c]λίθον ὃς οὐ μὴ καταλυθῇ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 ὧδε WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 λίθον WH Treg NIV ] λίθῷ RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 21:5-6
SBL Greek New Testament
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· 6 Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ [a]λίθῳ ὃς οὐ καταλυθήσεται.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:6 λίθῳ Treg NIV RP ] + ὧδε WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software