Add parallel Print Page Options

28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. [a]προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ [b]ἀμπελῶνι. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· [c]Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. 30 [d]προσελθὼν δὲ τῷ [e]δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· [f]Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; [g]λέγουσιν· Ὁ [h]πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32 ἦλθεν γὰρ [i]Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες [j]οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28 προσελθὼν WH ] καὶ προσελθὼν Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28 ἀμπελῶνι WH Treg NIV ] + μου RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:29 Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NIV RP ] Ἐγώ κύριε καὶ οὐκ WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 προσελθὼν δὲ WH Treg NIV ] Καὶ προσελθὼν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 δευτέρῳ WH Treg RP ] ἑτέρῳ NIV
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 Ἐγώ κύριε καὶ οὐκ Treg NIV RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 πρῶτος NIV RP ] ὕστερος WH Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:32 Ἰωάννης πρὸς ὑμᾶς WH Treg NIV ] πρὸς ὑμᾶς Ἰωάννης RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:32 οὐδὲ WH Treg NIV ] οὐ RP

28 τι δε υμιν δοκει ανθρωπος ειχεν τεκνα δυο και προσελθων τω πρωτω ειπεν τεκνον υπαγε σημερον εργαζου εν τω αμπελωνι μου

29 ο δε αποκριθεις ειπεν ου θελω υστερον δε μεταμεληθεις απηλθεν

30 και προσελθων τω δευτερω ειπεν ωσαυτως ο δε αποκριθεις ειπεν εγω κυριε και ουκ απηλθεν

31 τις εκ των δυο εποιησεν το θελημα του πατρος λεγουσιν αυτω ο πρωτος λεγει αυτοις ο ιησους αμην λεγω υμιν οτι οι τελωναι και αι πορναι προαγουσιν υμας εις την βασιλειαν του θεου

32 ηλθεν γαρ προς υμας ιωαννης εν οδω δικαιοσυνης και ουκ επιστευσατε αυτω οι δε τελωναι και αι πορναι επιστευσαν αυτω υμεις δε ιδοντες ου μετεμεληθητε υστερον του πιστευσαι αυτω

Read full chapter