ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:22-23
SBL Greek New Testament
22 [a]Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:22 Συστρεφομένων WH Treg NIV ] Ἀναστρεφομένων RP
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:22-23
1550 Stephanus New Testament
22 αναστρεφομενων δε αυτων εν τη γαλιλαια ειπεν αυτοις ο ιησους μελλει ο υιος του ανθρωπου παραδιδοσθαι εις χειρας ανθρωπων
23 και αποκτενουσιν αυτον και τη τριτη ημερα εγερθησεται και ελυπηθησαν σφοδρα
Read full chapter
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:22-23
1881 Westcott-Hort New Testament
22 συστρεφομενων δε αυτων εν τη γαλιλαια ειπεν αυτοις ο ιησους μελλει ο υιος του ανθρωπου παραδιδοσθαι εις χειρας ανθρωπων
23 και αποκτενουσιν αυτον και τη τριτη ημερα εγερθησεται και ελυπηθησαν σφοδρα
Read full chapter
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:30-32
SBL Greek New Testament
30 Κἀκεῖθεν ἐξελθόντες [a]παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς [b]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. 32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:30 παρεπορεύοντο NIV RP ] ἐπορεύοντο WH Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:31 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:30-32
1550 Stephanus New Testament
30 και εκειθεν εξελθοντες παρεπορευοντο δια της γαλιλαιας και ουκ ηθελεν ινα τις γνω
31 εδιδασκεν γαρ τους μαθητας αυτου και ελεγεν αυτοις οτι ο υιος του ανθρωπου παραδιδοται εις χειρας ανθρωπων και αποκτενουσιν αυτον και αποκτανθεις τη τριτη ημερα αναστησεται
32 οι δε ηγνοουν το ρημα και εφοβουντο αυτον επερωτησαι
Read full chapter
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:30-32
1881 Westcott-Hort New Testament
30 κακειθεν εξελθοντες επορευοντο δια της γαλιλαιας και ουκ ηθελεν ινα τις γνοι
31 εδιδασκεν γαρ τους μαθητας αυτου και ελεγεν [αυτοις] οτι ο υιος του ανθρωπου παραδιδοται εις χειρας ανθρωπων και αποκτενουσιν αυτον και αποκτανθεις μετα τρεις ημερας αναστησεται
32 οι δε ηγνοουν το ρημα και εφοβουντο αυτον επερωτησαι
Read full chapter
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:43-45
SBL Greek New Testament
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.
Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς [a]ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ· 44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:43 ἐποίει WH Treg NIV ] ἐποίησεν ὁ Ἰησοῦς RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:43-45
1550 Stephanus New Testament
43 εξεπλησσοντο δε παντες επι τη μεγαλειοτητι του θεου παντων δε θαυμαζοντων επι πασιν οις εποιησεν ο ιησους ειπεν προς τους μαθητας αυτου
44 θεσθε υμεις εις τα ωτα υμων τους λογους τουτους ο γαρ υιος του ανθρωπου μελλει παραδιδοσθαι εις χειρας ανθρωπων
45 οι δε ηγνοουν το ρημα τουτο και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο και εφοβουντο ερωτησαι αυτον περι του ρηματος τουτου
Read full chapter
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:43-45
1881 Westcott-Hort New Testament
43 εξεπλησσοντο δε παντες επι τη μεγαλειοτητι του θεου παντων δε θαυμαζοντων επι πασιν οις εποιει ειπεν προς τους μαθητας αυτου
44 θεσθε υμεις εις τα ωτα υμων τους λογους τουτους ο γαρ υιος του ανθρωπου μελλει παραδιδοσθαι εις χειρας ανθρωπων
45 οι δε ηγνοουν το ρημα τουτο και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο και εφοβουντο ερωτησαι αυτον περι του ρηματος τουτου
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software