Add parallel Print Page Options

21 Ἀπὸ τότε ἤρξατο [a]ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν [b]εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον [c]εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:21 ὁ Ἰησοῦς Treg NIV RP ] Ἰησοῦς Χριστὸς WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:21 εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NIV ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:23 εἶ ἐμοῦ WH Treg NIV ] μου εἶ RP

21 απο τοτε ηρξατο ο ιησους δεικνυειν τοις μαθηταις αυτου οτι δει αυτον απελθειν εις ιεροσολυμα και πολλα παθειν απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι

22 και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω λεγων ιλεως σοι κυριε ου μη εσται σοι τουτο

23 ο δε στραφεις ειπεν τω πετρω υπαγε οπισω μου σατανα σκανδαλον μου ει οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων

Read full chapter

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι [a]ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος [b]ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν [c]Πέτρῳ [d]καὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:31 ὑπὸ WH Treg NIV ] ἀπὸ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:32 ὁ Πέτρος αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ Πέτρος RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 Πέτρῳ WH Treg NIV ] τῷ Πέτρῳ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 καὶ λέγει WH Treg NIV ] λέγων RP

31 και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι

32 και παρρησια τον λογον ελαλει και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω

33 ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν τω πετρω λεγων υπαγε οπισω μου σατανα οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων

Read full chapter

22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ [a]ἐγερθῆναι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:22 ἐγερθῆναι WH Treg NIV ] ἀναστῆναι RP

22 ειπων οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι

Read full chapter