Add parallel Print Page Options

ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· [a]Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. [b]τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NIV RP ] [[WH]]
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:3 τὸ Treg NIV [[WH]] ] Ὑποκριταί τὸ RP

ο δε αποκριθεις ειπεν αυτοις οψιας γενομενης λεγετε ευδια πυρραζει γαρ ο ουρανος

και πρωι σημερον χειμων πυρραζει γαρ στυγναζων ο ουρανος υποκριται το μεν προσωπον του ουρανου γινωσκετε διακρινειν τα δε σημεια των καιρων ου δυνασθε

Read full chapter

54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν [a]ἴδητε νεφέλην ἀνατέλλουσαν [b]ἐπὶ δυσμῶν, εὐθέως λέγετε [c]ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν [d]δὲ καιρὸν τοῦτον πῶς [e]οὐκ οἴδατε δοκιμάζειν;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἴδητε WH Treg ] + τὴν NIV RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἐπὶ WH NIV ] ἀπὸ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ὅτι WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 οὐκ οἴδατε δοκιμάζειν WH Treg NIV ] οὐ δοκιμάζετε RP

54 ελεγεν δε και τοις οχλοις οταν ιδητε την νεφελην ανατελλουσαν απο δυσμων ευθεως λεγετε ομβρος ερχεται και γινεται ουτως

55 και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται

56 υποκριται το προσωπον της γης και του ουρανου οιδατε δοκιμαζειν τον δε καιρον τουτον πως ου δοκιμαζετε

Read full chapter