Add parallel Print Page Options

Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· 10 καὶ ἰδοὺ [a]ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν [b]θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. 11 ὁ δὲ εἶπεν αὐτοῖς· Τίς [c]ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν. 13 τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινόν [d]σου τὴν χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. 14 [e]ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:10 ἄνθρωπος WH Treg NIV ] + ἦν τὴν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:10 θεραπεύειν WH Treg RP ] θεραπεῦσαι NIV
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:11 ἔσται WH NIV RP ] Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:13 σου τὴν χεῖρα WH Treg NIV ] τὴν χεῖρά σου RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:14 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι … αὐτοῦ WH Treg NIV ] Οἱ δὲ Φαρισαῖοι … αὐτοῦ ἐξελθόντες RP

και μεταβας εκειθεν ηλθεν εις την συναγωγην αυτων

10 και ιδου ανθρωπος ην την χειρα εχων ξηραν και επηρωτησαν αυτον λεγοντες ει εξεστιν τοις σαββασιν θεραπευειν ινα κατηγορησωσιν αυτου

11 ο δε ειπεν αυτοις τις εσται εξ υμων ανθρωπος ος εξει προβατον εν και εαν εμπεση τουτο τοις σαββασιν εις βοθυνον ουχι κρατησει αυτο και εγερει

12 ποσω ουν διαφερει ανθρωπος προβατου ωστε εξεστιν τοις σαββασιν καλως ποιειν

13 τοτε λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη υγιης ως η αλλη

14 οι δε φαρισαιοι συμβουλιον ελαβον κατ αυτου εξελθοντες οπως αυτον απολεσωσιν

Read full chapter

Καὶ εἰσῆλθεν πάλιν [a]εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα [b]κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ [c]τὴν χεῖρα ἔχοντι ξηράν· [d]Ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν [e]ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν [f]χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [g]αὐτοῦ. καὶ ἐξελθόντες οἱ Φαρισαῖοι [h]εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον [i]ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:1 εἰς WH ] + τὴν Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:2 κατηγορήσωσιν WH NIV RP ] κατηγορήσουσιν Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 τὴν χεῖρα ἔχοντι ξηράν WH Treg ] τὴν ξηράν χεῖρα ἔχοντι NIV; ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:4 ἀγαθοποιῆσαι WH Treg RP ] ἀγαθὸν ποιῆσαι NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 χεῖρα NIV ] + σου WH Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 αὐτοῦ WH Treg NIV ] + ὑγιὴς ὡς ἡ ἄλλη RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 ἐδίδουν WH Treg NIV ] ἐποίουν RP

και εισηλθεν παλιν εις την συναγωγην και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα

και παρετηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου

και λεγει τω ανθρωπω τω εξηραμμενην εχοντι την χειρα εγειραι εις το μεσον

και λεγει αυτοις εξεστιν τοις σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων

και περιβλεψαμενος αυτους μετ οργης συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη η χειρ αυτου υγιης ως η αλλη

και εξελθοντες οι φαρισαιοι ευθεως μετα των ηρωδιανων συμβουλιον εποιουν κατ αυτου οπως αυτον απολεσωσιν

Read full chapter

Ἐγένετο [a]δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν [b]ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· [c]παρετηροῦντο [d]δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ [e]θεραπεύει, ἵνα εὕρωσιν [f]κατηγορεῖν αὐτοῦ. αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, [g]εἶπεν δὲ τῷ [h]ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· [i]Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· [j]καὶ ἀναστὰς ἔστη. εἶπεν [k]δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· [l]Ἐπερωτῶ ὑμᾶς, [m]εἰ ἔξεστιν [n]τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ [o]ἀπολέσαι; 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [p]αὐτοῦ. 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6 δὲ WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6 ἄνθρωπος ἐκεῖ WH Treg NIV ] ἐκεῖ ἄνθρωπος RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 παρετηροῦντο WH Treg NIV ] Παρετήρουν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 δὲ Treg RP ] + αὐτὸν WH NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 θεραπεύει WH Treg NIV ] θεραπεύσει RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 κατηγορεῖν WH Treg NIV ] κατηγορίαν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 εἶπεν δὲ WH Treg NIV ] καὶ εἶπεν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 ἀνδρὶ WH Treg NIV ] ἀνθρώπῳ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 καὶ WH Treg NIV ] Ὁ δὲ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 δὲ WH Treg NIV ] οὖν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 Ἐπερωτῶ WH Treg NIV ] Ἐπερωτήσω RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 εἰ WH Treg NIV ] τί RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 τῷ σαββάτῳ WH Treg NIV ] τοῖς σάββασιν RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 ἀπολέσαι WH Treg NIV ] ἀποκτεῖναι RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:10 αὐτοῦ WH NIV ] + ὡς ἡ ἄλλη Treg; + ὑγιὴς ὡς ἡ ἄλλη RP

εγενετο δε και εν ετερω σαββατω εισελθειν αυτον εις την συναγωγην και διδασκειν και ην εκει ανθρωπος και η χειρ αυτου η δεξια ην ξηρα

παρετηρουν δε αυτον οι γραμματεις και οι φαρισαιοι ει εν τω σαββατω θεραπευσει ινα ευρωσιν κατηγοριαν αυτου

αυτος δε ηδει τους διαλογισμους αυτων και ειπεν τω ανθρωπω τω ξηραν εχοντι την χειρα εγειραι και στηθι εις το μεσον ο δε αναστας εστη

ειπεν ουν ο ιησους προς αυτους επερωτησω υμας τι εξεστιν τοις σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η απολεσαι

10 και περιβλεψαμενος παντας αυτους ειπεν τω ανθρωπω εκτεινον την χειρα σου ο δε εποιησεν ουτως και αποκατεσταθη η χειρ αυτου υγιης ως η αλλη

11 αυτοι δε επλησθησαν ανοιας και διελαλουν προς αλληλους τι αν ποιησειαν τω ιησου

Read full chapter