ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3-9
SBL Greek New Testament
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· [a]συντρίψασα [b]τὴν ἀλάβαστρον κατέχεεν [c]αὐτοῦ τῆς κεφαλῆς. 4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς [d]ἑαυτούς· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 ἠδύνατο γὰρ τοῦτο [e]τὸ μύρον πραθῆναι ἐπάνω [f]δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 6 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· 7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε [g]αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 8 ὃ [h]ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι [i]τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. 9 ἀμὴν [j]δὲ λέγω ὑμῖν, ὅπου [k]ἐὰν κηρυχθῇ τὸ [l]εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 συντρίψασα WH NIV ] καὶ συντρίψασα Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 τὴν WH Treg NIV ] τὸ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 αὐτοῦ WH Treg NIV ] + κατὰ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:4 ἑαυτούς WH NIV ] + καὶ λέγοντες Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 τὸ μύρον WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 δηναρίων τριακοσίων WH Treg NIV ] τριακοσίων δηναρίων RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:7 αὐτοῖς NIV Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 ἔσχεν WH NIV ] + αὕτη Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 τὸ σῶμά μου WH Treg NIV ] μου τὸ σῶμα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 δὲ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 ἐὰν WH NIV RP ] ἂν Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 εὐαγγέλιον WH Treg NIV ] + τοῦτο RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software