A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 7SBL Greek New Testament (SBLGNT)

[a]Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ [b]παρέξῃ τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν [c]φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ [d]ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ [e]ἰαθήτω ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, [f]οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες [g]εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον [h]τὸν δοῦλον ὑγιαίνοντα.

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς [i]ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ [j]αὐτοῦ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς [k]μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ [l]ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς [m]ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας [n]ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ [o]καὶ πάσῃ τῇ περιχώρῳ.

18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸν [p]κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ [q]ἄλλον προσδοκῶμεν; 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς [r]ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 21 ἐν [s]ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς [t]ἐχαρίσατο βλέπειν. 22 καὶ [u]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· [v]τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, [w]κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν [x]πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· Τί [y]ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 ἀλλὰ τί [z]ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 ἀλλὰ τί [aa]ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· [ab]Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 [ac]λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν [ad]Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 (καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ.)

31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, [ae]ἃ λέγει· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· [af]ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε· 33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς [ag]μὴ [ah]ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ [ai]πάντων τῶν τέκνων αὐτῆς.

36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ· καὶ εἰσελθὼν εἰς [aj]τὸν οἶκον τοῦ Φαρισαίου [ak]κατεκλίθη. 37 καὶ ἰδοὺ γυνὴ [al]ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, [am]καὶ ἐπιγνοῦσα ὅτι [an]κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσα [ao]ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, [ap]τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ [aq]ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· [ar]Διδάσκαλε, εἰπέ, φησίν. 41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 μὴ [as]ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν [at]αὐτῶν πλεῖον [au]ἀγαπήσει αὐτόν; 43 [av]ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ [aw]μοι ἐπὶ [ax]πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς [ay]θριξὶν αὐτῆς ἐξέμαξεν. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν [az]τοὺς πόδας μου. 47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:1 Ἐπειδὴ WH Treg NIV ] Ἐπει δὲ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:4 παρέξῃ WH Treg NIV ] παρέξει RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:6 φίλους ὁ ἑκατοντάρχης WH NIV ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:6 ἱκανός εἰμι WH Treg NIV ] εἰμι ἱκανός RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:7 ἰαθήτω WH Treg NIV ] ἰαθήσεται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:9 οὐδὲ WH Treg NIV ] οὔτε RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NIV ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 τὸν WH Treg NIV ] + ἀσθενοῦντα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 ἐπορεύθη WH NIV ] ἐπορεύετο Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 αὐτοῦ WH Treg NIV ] + ἱκανοί RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 μονογενὴς υἱὸς WH Treg NIV ] υἱὸς μονογενὴς RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:16 ἠγέρθη WH Treg NIV ] ἐγήγερται RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:17 καὶ WH NIV ] + ἐν Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 κύριον WH Treg NIV ] Ἰησοῦν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 ἄλλον NIV RP ] ἕτερον WH Treg
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:20 ἀπέστειλεν WH NIV ] ἀπέσταλκεν Treg RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐκείνῃ WH Treg NIV ] αὐτῇ δὲ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐχαρίσατο WH Treg NIV ] + τὸ RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 τυφλοὶ WH NIV ] ὅτι τυφλοὶ Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NIV
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:24 πρὸς τοὺς ὄχλους WH Treg NIV ] τοῖς ὄχλοις RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:24 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:25 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:26 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:27 Ἰδοὺ WH Treg NIV ] + ἐγώ RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:28 λέγω WH Treg NIV ] + γὰρ RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:28 Ἰωάννου WH NIV ] προφήτης Ἰωάννου Treg; προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:32 ἃ λέγει WH NIV ] λέγοντες Treg; καὶ λέγουσιν RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:32 ἐθρηνήσαμεν WH Treg NIV ] + ὑμῖν RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:33 μὴ WH NIV ] μήτε Treg RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:33 ἐσθίων ἄρτον μήτε πίνων οἶνον WH Treg NIV ] ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:35 πάντων τῶν τέκνων αὐτῆς WH Treg NIV ] τῶν τέκνων αὐτῆς πάντων RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:36 τὸν οἶκον WH Treg NIV ] τὴν οἶκὶαν RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:36 κατεκλίθη WH Treg NIV ] ἀνεκλίθη RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 ἥτις ἦν ἐν τῇ πόλει WH Treg NIV ] ἐν τῇ πόλει ἥτις ἦν RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 καὶ WH Treg NIV ] – RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 κατάκειται WH Treg NIV ] ἀνάκειται RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:38 ὀπίσω παρὰ … αὐτοῦ WH Treg NIV ] παρὰ … αὐτοῦ ὀπίσω RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:38 τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ WH Treg NIV ] ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:39 ἦν Treg NIV RP ] + ὁ WH
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:40 Διδάσκαλε εἰπέ φησίν WH Treg NIV ] φησίν Διδάσκαλε εἰπέ RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 ἐχόντων WH Treg NIV ] + δὲ RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 αὐτῶν WH Treg NIV ] + εἶπέ RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 ἀγαπήσει αὐτόν WH Treg NIV ] αὐτὸν ἀγαπήσει RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:43 ἀποκριθεὶς WH NIV ] + ὁ Treg; + δὲ ὁ RP
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 μοι WH Treg NIV ] – RP
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 πόδας WH Treg NIV ] τοὺς πόδας μου RP
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 θριξὶν WH Treg NIV ] + τὴς κεφαλῆς RP
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:46 τοὺς πόδας μου WH Treg NIV ] μου τοὺς πόδας RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes