A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 61881 Westcott-Hort New Testament (WHNU)

εγενετο δε εν σαββατω διαπορευεσθαι αυτον δια σποριμων και ετιλλον οι μαθηται αυτου και ησθιον τους σταχυας ψωχοντες ταις χερσιν

τινες δε των φαρισαιων ειπαν τι ποιειτε ο ουκ εξεστιν τοις σαββασιν

και αποκριθεις προς αυτους ειπεν [ο] ιησους ουδε τουτο ανεγνωτε ο εποιησεν δαυιδ οτε επεινασεν αυτος και οι μετ αυτου

[ως] εισηλθεν εις τον οικον του θεου και τους αρτους της προθεσεως λαβων εφαγεν και εδωκεν τοις μετ αυτου ους ουκ εξεστιν φαγειν ει μη μονους τους ιερεις

και ελεγεν αυτοις κυριος εστιν του σαββατου ο υιος του ανθρωπου

εγενετο δε εν ετερω σαββατω εισελθειν αυτον εις την συναγωγην και διδασκειν και ην ανθρωπος εκει και η χειρ αυτου η δεξια ην ξηρα

παρετηρουντο δε αυτον οι γραμματεις και οι φαρισαιοι ει εν τω σαββατω θεραπευει ινα ευρωσιν κατηγορειν αυτου

αυτος δε ηδει τους διαλογισμους αυτων ειπεν δε τω ανδρι τω ξηραν εχοντι την χειρα εγειρε και στηθι εις το μεσον και αναστας εστη

ειπεν δε [ο] ιησους προς αυτους επερωτω υμας ει εξεστιν τω σαββατω αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η απολεσαι

10 και περιβλεψαμενος παντας αυτους ειπεν αυτω εκτεινον την χειρα σου ο δε εποιησεν και απεκατεσταθη η χειρ αυτου

11 αυτοι δε επλησθησαν ανοιας και διελαλουν προς αλληλους τι αν ποιησαιεν τω ιησου

12 εγενετο δε εν ταις ημεραις ταυταις εξελθειν αυτον εις το ορος προσευξασθαι και ην διανυκτερευων εν τη προσευχη του θεου

13 και οτε εγενετο ημερα προσεφωνησεν τους μαθητας αυτου και εκλεξαμενος απ αυτων δωδεκα ους και αποστολους ωνομασεν

14 σιμωνα ον και ωνομασεν πετρον και ανδρεαν τον αδελφον αυτου και ιακωβον και ιωαννην και φιλιππον και βαρθολομαιον

15 και μαθθαιον και θωμαν [και] ιακωβον αλφαιου και σιμωνα τον καλουμενον ζηλωτην

16 και ιουδαν ιακωβου και ιουδαν ισκαριωθ ος εγενετο προδοτης

17 και καταβας μετ αυτων εστη επι τοπου πεδινου και οχλος πολυς μαθητων αυτου και πληθος πολυ του λαου απο πασης της ιουδαιας και ιερουσαλημ και της παραλιου τυρου και σιδωνος [6 18] οι ηλθον ακουσαι αυτου και ιαθηναι απο των νοσων αυτων

18 και οι ενοχλουμενοι απο πνευματων ακαθαρτων εθεραπευοντο

19 και πας ο οχλος εζητουν απτεσθαι αυτου οτι δυναμις παρ αυτου εξηρχετο και ιατο παντας

20 και αυτος επαρας τους οφθαλμους αυτου εις τους μαθητας αυτου ελεγεν μακαριοι οι πτωχοι οτι υμετερα εστιν η βασιλεια του θεου

21 μακαριοι οι πεινωντες νυν οτι χορτασθησεσθε μακαριοι οι κλαιοντες νυν οτι γελασετε

22 μακαριοι εστε οταν μισησωσιν υμας οι ανθρωποι και οταν αφορισωσιν υμας και ονειδισωσιν και εκβαλωσιν το ονομα υμων ως πονηρον ενεκα του υιου του ανθρωπου

23 χαρητε εν εκεινη τη ημερα και σκιρτησατε ιδου γαρ ο μισθος υμων πολυς εν τω ουρανω κατα τα αυτα γαρ εποιουν τοις προφηταις οι πατερες αυτων

24 πλην ουαι υμιν τοις πλουσιοις οτι απεχετε την παρακλησιν υμων

25 ουαι υμιν οι εμπεπλησμενοι νυν οτι πεινασετε ουαι οι γελωντες νυν οτι πενθησετε και κλαυσετε

26 ουαι οταν καλως υμας ειπωσιν παντες οι ανθρωποι κατα τα αυτα γαρ εποιουν τοις ψευδοπροφηταις οι πατερες αυτων

27 αλλα υμιν λεγω τοις ακουουσιν αγαπατε τους εχθρους υμων καλως ποιειτε τοις μισουσιν υμας

28 ευλογειτε τους καταρωμενους υμας προσευχεσθε περι των επηρεαζοντων υμας

29 τω τυπτοντι σε επι την σιαγονα παρεχε και την αλλην και απο του αιροντος σου το ιματιον και τον χιτωνα μη κωλυσης

30 παντι αιτουντι σε διδου και απο του αιροντος τα σα μη απαιτει

31 και καθως θελετε ινα ποιωσιν υμιν οι ανθρωποι ποιειτε αυτοις ομοιως

32 και ει αγαπατε τους αγαπωντας υμας ποια υμιν χαρις εστιν και γαρ οι αμαρτωλοι τους αγαπωντας αυτους αγαπωσιν

33 και [γαρ] εαν αγαθοποιητε τους αγαθοποιουντας υμας ποια υμιν χαρις εστιν και οι αμαρτωλοι το αυτο ποιουσιν

34 και εαν δανισητε παρ ων ελπιζετε λαβειν ποια υμιν χαρις [εστιν] και αμαρτωλοι αμαρτωλοις δανιζουσιν ινα απολαβωσιν τα ισα

35 πλην αγαπατε τους εχθρους υμων και αγαθοποιειτε και δανιζετε μηδεν απελπιζοντες και εσται ο μισθος υμων πολυς και εσεσθε υιοι υψιστου οτι αυτος χρηστος εστιν επι τους αχαριστους και πονηρους

36 γινεσθε οικτιρμονες καθως ο πατηρ υμων οικτιρμων εστιν

37 και μη κρινετε και ου μη κριθητε και μη καταδικαζετε και ου μη καταδικασθητε απολυετε και απολυθησεσθε

38 διδοτε και δοθησεται υμιν μετρον καλον πεπιεσμενον σεσαλευμενον υπερεκχυννομενον δωσουσιν εις τον κολπον υμων ω γαρ μετρω μετρειτε αντιμετρηθησεται υμιν

39 ειπεν δε και παραβολην αυτοις μητι δυναται τυφλος τυφλον οδηγειν ουχι αμφοτεροι εις βοθυνον εμπεσουνται

40 ουκ εστιν μαθητης υπερ τον διδασκαλον κατηρτισμενος δε πας εσται ως ο διδασκαλος αυτου

41 τι δε βλεπεις το καρφος το εν τω οφθαλμω του αδελφου σου την δε δοκον την εν τω ιδιω οφθαλμω ου κατανοεις

42 πως δυνασαι λεγειν τω αδελφω σου αδελφε αφες εκβαλω το καρφος το εν τω οφθαλμω σου αυτος την εν τω οφθαλμω σου δοκον ου βλεπων υποκριτα εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου και τοτε διαβλεψεις το καρφος το εν τω οφθαλμω του αδελφου σου εκβαλειν

43 ου γαρ εστιν δενδρον καλον ποιουν καρπον σαπρον ουδε παλιν δενδρον σαπρον ποιουν καρπον καλον

44 εκαστον γαρ δενδρον εκ του ιδιου καρπου γινωσκεται ου γαρ εξ ακανθων συλλεγουσιν συκα ουδε εκ βατου σταφυλην τρυγωσιν

45 ο αγαθος ανθρωπος εκ του αγαθου θησαυρου της καρδιας προφερει το αγαθον και ο πονηρος εκ του πονηρου προφερει το πονηρον εκ γαρ περισσευματος καρδιας λαλει το στομα αυτου

46 τι δε με καλειτε κυριε κυριε και ου ποιειτε α λεγω

47 πας ο ερχομενος προς με και ακουων μου των λογων και ποιων αυτους υποδειξω υμιν τινι εστιν ομοιος

48 ομοιος εστιν ανθρωπω οικοδομουντι οικιαν ος εσκαψεν και εβαθυνεν και εθηκεν θεμελιον επι την πετραν πλημμυρης δε γενομενης προσερηξεν ο ποταμος τη οικια εκεινη και ουκ ισχυσεν σαλευσαι αυτην δια το καλως οικοδομησθαι αυτην

49 ο δε ακουσας και μη ποιησας ομοιος εστιν ανθρωπω οικοδομησαντι οικιαν επι την γην χωρις θεμελιου η προσερηξεν ο ποταμος και ευθυς συνεπεσεν και εγενετο το ρηγμα της οικιας εκεινης μεγα

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes