A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 211881 Westcott-Hort New Testament (WHNU)

21 αναβλεψας δε ειδεν τους βαλλοντας εις το γαζοφυλακιον τα δωρα αυτων πλουσιους

ειδεν δε τινα χηραν πενιχραν βαλλουσαν εκει λεπτα δυο

και ειπεν αληθως λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων εβαλεν

παντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα αυτη δε εκ του υστερηματος αυτης παντα τον βιον ον ειχεν εβαλεν

και τινων λεγοντων περι του ιερου οτι λιθοις καλοις και αναθημασιν κεκοσμηται ειπεν

ταυτα α θεωρειτε ελευσονται ημεραι εν αις ουκ αφεθησεται λιθος επι λιθω ωδε ος ου καταλυθησεται

επηρωτησαν δε αυτον λεγοντες διδασκαλε ποτε ουν ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα γινεσθαι

ο δε ειπεν βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι και ο καιρος ηγγικεν μη πορευθητε οπισω αυτων

οταν δε ακουσητε πολεμους και ακαταστασιας μη πτοηθητε δει γαρ ταυτα γενεσθαι πρωτον αλλ ουκ ευθεως το τελος

10 τοτε ελεγεν αυτοις εγερθησεται εθνος επ εθνος και βασιλεια επι βασιλειαν

11 σεισμοι τε μεγαλοι και κατα τοπους λοιμοι και λιμοι εσονται φοβητρα τε και απ ουρανου σημεια μεγαλα εσται

12 προ δε τουτων παντων επιβαλουσιν εφ υμας τας χειρας αυτων και διωξουσιν παραδιδοντες εις τας συναγωγας και φυλακας απαγομενους επι βασιλεις και ηγεμονας ενεκεν του ονοματος μου

13 αποβησεται υμιν εις μαρτυριον

14 θετε ουν εν ταις καρδιαις υμων μη προμελεταν απολογηθηναι

15 εγω γαρ δωσω υμιν στομα και σοφιαν η ου δυνησονται αντιστηναι η αντειπειν απαντες οι αντικειμενοι υμιν

16 παραδοθησεσθε δε και υπο γονεων και αδελφων και συγγενων και φιλων και θανατωσουσιν εξ υμων

17 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου

18 και θριξ εκ της κεφαλης υμων ου μη αποληται

19 εν τη υπομονη υμων κτησεσθε τας ψυχας υμων

20 οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων ιερουσαλημ τοτε γνωτε οτι ηγγικεν η ερημωσις αυτης

21 τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη και οι εν μεσω αυτης εκχωρειτωσαν και οι εν ταις χωραις μη εισερχεσθωσαν εις αυτην

22 οτι ημεραι εκδικησεως αυται εισιν του πλησθηναι παντα τα γεγραμμενα

23 ουαι ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις εσται γαρ αναγκη μεγαλη επι της γης και οργη τω λαω τουτω

24 και πεσουνται στοματι μαχαιρης και αιχμαλωτισθησονται εις τα εθνη παντα και ιερουσαλημ εσται πατουμενη υπο εθνων αχρις ου πληρωθωσιν [και εσονται] καιροι εθνων

25 και εσονται σημεια εν ηλιω και σεληνη και αστροις και επι της γης συνοχη εθνων εν απορια ηχους θαλασσης και σαλου

26 αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιας των επερχομενων τη οικουμενη αι γαρ δυναμεις των ουρανων σαλευθησονται

27 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης

28 αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τας κεφαλας υμων διοτι εγγιζει η απολυτρωσις υμων

29 και ειπεν παραβολην αυτοις ιδετε την συκην και παντα τα δενδρα

30 οταν προβαλωσιν ηδη βλεποντες αφ εαυτων γινωσκετε οτι ηδη εγγυς το θερος εστιν

31 ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν η βασιλεια του θεου

32 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως [αν] παντα γενηται

33 ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελευσονται

34 προσεχετε δε εαυτοις μηποτε βαρηθωσιν αι καρδιαι υμων εν κραιπαλη και μεθη και μεριμναις βιωτικαις και επιστη εφ υμας αιφνιδιος η ημερα εκεινη

35 ως παγις επεισελευσεται γαρ επι παντας τους καθημενους επι προσωπον πασης της γης

36 αγρυπνειτε δε εν παντι καιρω δεομενοι ινα κατισχυσητε εκφυγειν ταυτα παντα τα μελλοντα γινεσθαι και σταθηναι εμπροσθεν του υιου του ανθρωπου

37 ην δε τας ημερας εν τω ιερω διδασκων τας δε νυκτας εξερχομενος ηυλιζετο εις το ορος το καλουμενον ελαιων

38 και πας ο λαος ωρθριζεν προς αυτον εν τω ιερω ακουειν αυτου

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes