A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 16SBL Greek New Testament (SBLGNT)

16 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς [a]μαθητάς· Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ [b]δύνῃ ἔτι οἰκονομεῖν. εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ [c]ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους [d]ἑαυτῶν. καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· [e]ὁ δὲ εἶπεν αὐτῷ· Δέξαι σου [f]τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· [g]λέγει αὐτῷ· Δέξαι σου [h]τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. καὶ ἐγὼ ὑμῖν λέγω, [i]ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν [j]ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.

10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ [k]ὑμέτερον τίς [l]δώσει ὑμῖν; 13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.

14 Ἤκουον δὲ ταῦτα [m]πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15 καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.

16 Ὁ νόμος καὶ οἱ προφῆται [n]μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.

18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, [o]καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.

19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ [p]τις ὀνόματι [q]Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι [r]ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι [s]ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, [t]ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπεν· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπεν δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι [u]ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. 26 καὶ [v]ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, [w]μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπεν δέ· Ἐρωτῶ [x]σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει [y]δὲ Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. 31 εἶπεν δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:1 μαθητάς WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:2 δύνῃ WH Treg NIV ] δύνήσῃ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:4 ἐκ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:4 ἑαυτῶν WH Treg ] αὐτῶν NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:6 ὁ δὲ WH Treg NIV ] Καὶ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:6 τὰ γράμματα WH Treg NIV ] τὸ γράμμα RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:7 λέγει WH Treg NIV ] Καὶ λέγει RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:7 τὰ γράμματα WH Treg NIV ] τὸ γράμμα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:9 ἑαυτοῖς ποιήσατε WH NIV ] Ποιήσατε ἑαυτοῖς Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:9 ἐκλίπῃ WH Treg NIV ] ἐκλίπητε RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:12 ὑμέτερον Treg NIV RP ] ἡμέτερον WH
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:12 δώσει ὑμῖν WH Treg ] ὑμῖν δώσει NIV RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:14 πάντα WH Treg NIV ] + καὶ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:16 μέχρι WH Treg NIV ] ἕως RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:18 καὶ WH Treg NIV ] + πᾶς RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:20 τις WH Treg NIV ] + ἦν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:20 Λάζαρος WH Treg NIV ] + ὃς RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:21 ἀπὸ WH NIV ] + τῶν ψιχίων Treg RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:21 ἐπέλειχον WH Treg NIV ] ἀπέλειχον RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:23 ὁρᾷ WH Treg NIV ] + τὸν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:25 ἀπέλαβες WH Treg NIV ] + σὺ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:26 ἐν WH NIV ] ἐπὶ Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:26 μηδὲ WH Treg NIV ] + οἱ RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:27 σε οὖν WH Treg NIV ] οὖν σε RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:29 δὲ WH NIV ] δὲ αὐτῷ Treg; αὐτῷ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes