A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 141894 Scrivener New Testament (TR1894)

14 και εγενετο εν τω ελθειν αυτον εις οικον τινος των αρχοντων των φαρισαιων σαββατω φαγειν αρτον και αυτοι ησαν παρατηρουμενοι αυτον

και ιδου ανθρωπος τις ην υδρωπικος εμπροσθεν αυτου

και αποκριθεις ο ιησους ειπεν προς τους νομικους και φαρισαιους λεγων ει εξεστιν τω σαββατω θεραπευειν

οι δε ησυχασαν και επιλαβομενος ιασατο αυτον και απελυσεν

και αποκριθεις προς αυτους ειπεν τινος υμων ονος η βους εις φρεαρ εμπεσειται και ουκ ευθεως ανασπασει αυτον εν τη ημερα του σαββατου

και ουκ ισχυσαν ανταποκριθηναι αυτω προς ταυτα

ελεγεν δε προς τους κεκλημενους παραβολην επεχων πως τας πρωτοκλισιας εξελεγοντο λεγων προς αυτους

οταν κληθης υπο τινος εις γαμους μη κατακλιθης εις την πρωτοκλισιαν μηποτε εντιμοτερος σου η κεκλημενος υπ αυτου

και ελθων ο σε και αυτον καλεσας ερει σοι δος τουτω τοπον και τοτε αρξη μετ αισχυνης τον εσχατον τοπον κατεχειν

10 αλλ οταν κληθης πορευθεις αναπεσον εις τον εσχατον τοπον ινα οταν ελθη ο κεκληκως σε ειπη σοι φιλε προσαναβηθι ανωτερον τοτε εσται σοι δοξα ενωπιον των συνανακειμενων σοι

11 οτι πας ο υψων εαυτον ταπεινωθησεται και ο ταπεινων εαυτον υψωθησεται

12 ελεγεν δε και τω κεκληκοτι αυτον οταν ποιης αριστον η δειπνον μη φωνει τους φιλους σου μηδε τους αδελφους σου μηδε τους συγγενεις σου μηδε γειτονας πλουσιους μηποτε και αυτοι σε αντικαλεσωσιν και γενηται σοι ανταποδομα

13 αλλ οταν ποιης δοχην καλει πτωχους αναπηρους χωλους τυφλους

14 και μακαριος εση οτι ουκ εχουσιν ανταποδουναι σοι ανταποδοθησεται γαρ σοι εν τη αναστασει των δικαιων

15 ακουσας δε τις των συνανακειμενων ταυτα ειπεν αυτω μακαριος ος φαγεται αρτον εν τη βασιλεια του θεου

16 ο δε ειπεν αυτω ανθρωπος τις εποιησεν δειπνον μεγα και εκαλεσεν πολλους

17 και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοις κεκλημενοις ερχεσθε οτι ηδη ετοιμα εστιν παντα

18 και ηρξαντο απο μιας παραιτεισθαι παντες ο πρωτος ειπεν αυτω αγρον ηγορασα και εχω αναγκην εξελθειν και ιδειν αυτον ερωτω σε εχε με παρητημενον

19 και ετερος ειπεν ζευγη βοων ηγορασα πεντε και πορευομαι δοκιμασαι αυτα ερωτω σε εχε με παρητημενον

20 και ετερος ειπεν γυναικα εγημα και δια τουτο ου δυναμαι ελθειν

21 και παραγενομενος ο δουλος εκεινος απηγγειλεν τω κυριω αυτου ταυτα τοτε οργισθεις ο οικοδεσποτης ειπεν τω δουλω αυτου εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως και τους πτωχους και αναπηρους και χωλους και τυφλους εισαγαγε ωδε

22 και ειπεν ο δουλος κυριε γεγονεν ως επεταξας και ετι τοπος εστιν

23 και ειπεν ο κυριος προς τον δουλον εξελθε εις τας οδους και φραγμους και αναγκασον εισελθειν ινα γεμισθη ο οικος μου

24 λεγω γαρ υμιν οτι ουδεις των ανδρων εκεινων των κεκλημενων γευσεται μου του δειπνου

25 συνεπορευοντο δε αυτω οχλοι πολλοι και στραφεις ειπεν προς αυτους

26 ει τις ερχεται προς με και ου μισει τον πατερα εαυτου και την μητερα και την γυναικα και τα τεκνα και τους αδελφους και τας αδελφας ετι δε και την εαυτου ψυχην ου δυναται μου μαθητης ειναι

27 και οστις ου βασταζει τον σταυρον αυτου και ερχεται οπισω μου ου δυναται μου ειναι μαθητης

28 τις γαρ εξ υμων θελων πυργον οικοδομησαι ουχι πρωτον καθισας ψηφιζει την δαπανην ει εχει τα προς απαρτισμον

29 ινα μηποτε θεντος αυτου θεμελιον και μη ισχυοντος εκτελεσαι παντες οι θεωρουντες αρξωνται εμπαιζειν αυτω

30 λεγοντες οτι ουτος ο ανθρωπος ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελεσαι

31 η τις βασιλευς πορευομενος συμβαλειν ετερω βασιλει εις πολεμον ουχι καθισας πρωτον βουλευεται ει δυνατος εστιν εν δεκα χιλιασιν απαντησαι τω μετα εικοσι χιλιαδων ερχομενω επ αυτον

32 ει δε μηγε ετι αυτου πορρω οντος πρεσβειαν αποστειλας ερωτα τα προς ειρηνην

33 ουτως ουν πας εξ υμων ος ουκ αποτασσεται πασιν τοις εαυτου υπαρχουσιν ου δυναται μου ειναι μαθητης

34 καλον το αλας εαν δε το αλας μωρανθη εν τινι αρτυθησεται

35 ουτε εις γην ουτε εις κοπριαν ευθετον εστιν εξω βαλλουσιν αυτο ο εχων ωτα ακουειν ακουετω

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes