A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 12SBL Greek New Testament (SBLGNT)

12 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, [a]ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων. οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.

Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι [b]ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία [c]πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· [d]μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.

Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν [e]ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11 ὅταν δὲ [f]εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ [g]μεριμνήσητε πῶς [h]ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

13 Εἶπεν δέ τις [i]ἐκ τοῦ ὄχλου αὐτῷ· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν. 14 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν [j]κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς; 15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ [k]πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ [l]αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων [m]αὐτῷ. 16 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17 καὶ διελογίζετο ἐν [n]ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα [o]τὸν σῖτον καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπεν δὲ αὐτῷ ὁ θεός· [p]Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου [q]ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων [r]ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο [s]λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ [t]ψυχῇ τί φάγητε, μηδὲ τῷ [u]σώματι τί ἐνδύσησθε. 23 [v]γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται [w]ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι [x]πῆχυν; 26 εἰ οὖν [y]οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ [z]ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως [aa]ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε [ab]καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου [ac]ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 πλὴν ζητεῖτε τὴν βασιλείαν [ad]αὐτοῦ, καὶ [ae]ταῦτα προστεθήσεται ὑμῖν.

32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.

35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 [af]κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί [ag]εἰσιν ἐκεῖνοι.

39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, [ah]οὐκ ἂν ἀφῆκεν [ai]διορυχθῆναι τὸν οἶκον αὐτοῦ. 40 καὶ [aj]ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

41 Εἶπεν [ak]δὲ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 42 [al]καὶ εἶπεν ὁ κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, [am]ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ [an]τὸ σιτομέτριον; 43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· 44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου [ao]αὐτοῦ καὶ μὴ ἑτοιμάσας [ap]ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· 48 ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

49 Πῦρ ἦλθον βαλεῖν [aq]ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως [ar]ὅτου τελεσθῇ. 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν [as]ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, 53 [at]διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ [au]ἐπὶ [av]θυγατέρα καὶ θυγάτηρ ἐπὶ [aw]τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν [ax]πενθεράν.

54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν [ay]ἴδητε νεφέλην ἀνατέλλουσαν [az]ἐπὶ δυσμῶν, εὐθέως λέγετε [ba]ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν [bb]δὲ καιρὸν τοῦτον πῶς [bc]οὐκ οἴδατε δοκιμάζειν;

57 Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε [bd]παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε [be]βαλεῖ εἰς φυλακήν. 59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως [bf]καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:1 ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NIV ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:5 ἔχοντα ἐξουσίαν WH Treg NIV ] ἐξουσίαν ἔχοντα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:6 πωλοῦνται WH Treg NIV ] πωλεῖται RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:7 μὴ WH Treg NIV ] + οὖν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:8 ὁμολογήσῃ Treg NIV RP ] ὁμολογήσει WH
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 εἰσφέρωσιν WH Treg NIV ] προσφέρωσιν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 μεριμνήσητε WH Treg NIV ] μεριμνᾶτε RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 ἢ τί WH Treg RP NA ] – NIV
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:13 ἐκ τοῦ ὄχλου αὐτῷ WH NIV ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:14 κριτὴν WH Treg NIV ] δικαστὴν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 πάσης WH Treg NIV ] τῆς RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:17 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:18 τὸν σῖτον WH Treg NIV ] τὰ γενήματά μου RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:20 Ἄφρων WH Treg NIV ] Ἄφρον RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:20 ἀπαιτοῦσιν NIV RP ] αἰτοῦσιν WH Treg
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:21 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 λέγω ὑμῖν WH Treg NIV ] ὑμῖν λέγω RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 ψυχῇ WH Treg NIV ] + ὑμῶν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 σώματι Treg NIV RP ] + ὑμῶν WH
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:23 γὰρ WH Treg NIV ] – RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 ἐπὶ … αὐτοῦ προσθεῖναι WH NIV ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 πῆχυν WH NA ] + ἕνα Treg NIV RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:26 οὐδὲ WH Treg NIV ] οὐτὲ RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NIV ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἀμφιέζει WH Treg NIV ] ἀμφιέννυσιν RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:29 καὶ WH Treg NIV ] ἢ RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:30 ἐπιζητοῦσιν WH Treg NIV ] ἐπιζητεῖ RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 αὐτοῦ WH Treg NIV ] τοῦ θεοῦ RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 ταῦτα WH Treg NIV ] + πάντα RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NIV ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:38 εἰσιν WH NIV ] + οἱ δοῦλοι Treg RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:39 οὐκ ἂν NIV ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:39 διορυχθῆναι WH NIV ] διορυγῆναι Treg RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:40 ὑμεῖς WH Treg NIV ] + οὖν RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:41 δὲ WH Treg NIV ] + αὐτῷ RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 καὶ εἶπεν WH Treg NIV ] Εἶπεν δὲ RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 WH Treg NIV ] καὶ RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 τὸ WH NIV RP ] – Treg
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:47 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:47 WH NIV ] μηδὲ Treg RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:49 ἐπὶ WH Treg NIV ] εἰς RP
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:50 ὅτου WH Treg NIV ] οὗ RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:52 ἑνὶ οἴκῳ WH Treg NIV ] οἴκῳ ἑνὶ RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 διαμερισθήσονται WH Treg NIV ] Διαμερισθήσεται RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 ἐπὶ WH Treg RP ] + τὴν NIV
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 θυγατέρα WH Treg NIV ] θυγατρί RP
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 τὴν μητέρα WH Treg NIV ] μητρί RP
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 πενθεράν WH Treg NIV ] + αὐτῆς RP
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἴδητε WH Treg ] + τὴν NIV RP
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἐπὶ WH NIV ] ἀπὸ Treg RP
  53. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ὅτι WH Treg NIV ] – RP
  54. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NIV
  55. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 οὐκ οἴδατε δοκιμάζειν WH Treg NIV ] οὐ δοκιμάζετε RP
  56. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:58 παραδώσει WH Treg NIV ] παραδῷ RP
  57. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:58 βαλεῖ WH Treg NIV ] βάλῃ RP
  58. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:59 καὶ τὸ WH Treg NIV ] οὗ καὶ τὸν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes