Add parallel Print Page Options

28 ἰδὼν δὲ τὸν [a]Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· 29 [b]παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ [c]ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο [d]ὑπὸ τοῦ [e]δαιμονίου εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ [f]Ἰησοῦς· Τί σοι [g]ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι [h]εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:28 Ἰησοῦν WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 παρήγγελλεν WH Treg ] παρήγγειλεν NIV RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 ἐδεσμεύετο WH Treg NIV ] ἐδεσμεῖτο RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 ὑπὸ Treg NIV RP ] ἀπὸ WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 δαιμονίου WH Treg NIV ] δαίμονος RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 Ἰησοῦς WH NIV ] + λέγων Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 ὄνομά ἐστιν WH Treg NIV ] ἐστιν ὄνομα RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 εἰσῆλθεν δαιμόνια πολλὰ WH NIV ] δαιμόνια πολλὰ εἰσῆλθεν Treg RP