Add parallel Print Page Options

18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 20 τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν [a]μητέρα. 21 ὁ δὲ εἶπεν· Ταῦτα πάντα [b]ἐφύλαξα ἐκ νεότητος [c]μου. 22 ἀκούσας [d]δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [e]οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος [f]ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ [g]Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες [h]εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· 25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ [i]τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

26 Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ [j]παρὰ τῷ θεῷ ἐστιν.

28 Εἶπεν δὲ [k]ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς [l]ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι. 29 ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ [m]γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, 30 ὃς [n]οὐχὶ μὴ [o]ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:20 μητέρα WH Treg NIV ] + σου RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:21 ἐφύλαξα WH Treg NIV ] ἐφυλαξάμην RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:21 μου Treg RP ] – WH NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:22 δὲ WH Treg NIV ] + ταῦτα RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:22 οὐρανοῖς Holmes WHmarg ] τοῖς οὐρανοῖς WH Treg NIV; οὐρανῷ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:23 ἐγενήθη WH Treg NIV ] ἐγένετο RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 Ἰησοῦς WH NIV ] + περίλυπον γενόμενον Treg RP NA
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 εἰς … θεοῦ εἰσπορεύονται WH Treg NIV ] εἰσελεύσονται εἰς … θεοῦ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:25 τρήματος βελόνης WH Treg NIV ] τρυμαλιᾶς ῥαφίδος RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:27 παρὰ τῷ θεῷ ἐστιν WH Treg NIV ] ἐστιν παρὰ τῷ θεῷ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:28 WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:28 ἀφέντες τὰ ἴδια WH Treg NIV ] ἀφήκαμεν πάντα καὶ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:29 γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς WH NIV ] γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα Treg RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:30 οὐχὶ WH NIV ] οὐ Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:30 ἀπολάβῃ Treg NIV RP ] λάβῃ WH

18 και επηρωτησεν τις αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησας ζωην αιωνιον κληρονομησω

19 ειπεν δε αυτω ο ιησους τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος

20 τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης τιμα τον πατερα σου και την μητερα σου

21 ο δε ειπεν ταυτα παντα εφυλαξαμην εκ νεοτητος μου

22 ακουσας δε ταυτα ο ιησους ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις και εξεις θησαυρον εν ουρανω και δευρο ακολουθει μοι

23 ο δε ακουσας ταυτα περιλυπος εγενετο ην γαρ πλουσιος σφοδρα

24 ιδων δε αυτον ο ιησους περιλυπον γενομενον ειπεν πως δυσκολως οι τα χρηματα εχοντες εισελευσονται εις την βασιλειαν του θεου

25 ευκοπωτερον γαρ εστιν καμηλον δια τρυμαλιας ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν

26 ειπον δε οι ακουσαντες και τις δυναται σωθηναι

27 ο δε ειπεν τα αδυνατα παρα ανθρωποις δυνατα εστιν παρα τω θεω

28 ειπεν δε ο πετρος ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι

29 ο δε ειπεν αυτοις αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γονεις η αδελφους η γυναικα η τεκνα ενεκεν της βασιλειας του θεου

30 ος ου μη απολαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον

Read full chapter