Add parallel Print Page Options

38 [a]Ἐν δὲ τῷ πορεύεσθαι [b]αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο [c]αὐτὸν. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη [d]Μαριάμ, ἣ καὶ [e]παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ [f]Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με [g]κατέλειπεν διακονεῖν; [h]εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ [i]κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ [j]θορυβάζῃ περὶ πολλά, 42 [k]ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· [l]Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται [m]αὐτῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτοὺς WH NIV ] + καὶ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτὸν NIV ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Μαριάμ WH NIV ] Μαρία Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 παρακαθεσθεῖσα πρὸς WH Treg NIV ] παρακαθίσασα παρὰ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Ἰησοῦ RP ] κυρίου WH Treg NIV
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 κατέλειπεν WH Treg RP ] κατέλιπεν NIV
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 εἰπὲ Treg NIV RP ] εἰπὸν WH
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 κύριος WH NIV ] Ἰησοῦς Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 θορυβάζῃ WH Treg NIV ] τυρβάζῃ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NIV
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 Μαριὰμ γὰρ WH NIV ] Μαρία δὲ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 αὐτῆς WH NIV ] ἀπ᾽ αὐτῆς Treg RP

38 εγενετο δε εν τω πορευεσθαι αυτους και αυτος εισηλθεν εις κωμην τινα γυνη δε τις ονοματι μαρθα υπεδεξατο αυτον εις τον οικον αυτης

39 και τηδε ην αδελφη καλουμενη μαρια η και παρακαθισασα παρα τους ποδας του ιησου ηκουεν τον λογον αυτου

40 η δε μαρθα περιεσπατο περι πολλην διακονιαν επιστασα δε ειπεν κυριε ου μελει σοι οτι η αδελφη μου μονην με κατελιπεν διακονειν ειπε ουν αυτη ινα μοι συναντιλαβηται

41 αποκριθεις δε ειπεν αυτη ο ιησους μαρθα μαρθα μεριμνας και τυρβαζη περι πολλα

42 ενος δε εστιν χρεια μαρια δε την αγαθην μεριδα εξελεξατο ητις ουκ αφαιρεθησεται απ αυτης

Read full chapter