A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 91881 Westcott-Hort New Testament (WHNU)

και παραγων ειδεν ανθρωπον τυφλον εκ γενετης

και ηρωτησαν αυτον οι μαθηται αυτου λεγοντες ραββι τις ημαρτεν ουτος η οι γονεις αυτου ινα τυφλος γεννηθη

απεκριθη ιησους ουτε ουτος ημαρτεν ουτε οι γονεις αυτου αλλ ινα φανερωθη τα εργα του θεου εν αυτω

ημας δει εργαζεσθαι τα εργα του πεμψαντος με εως ημερα εστιν ερχεται νυξ οτε ουδεις δυναται εργαζεσθαι

οταν εν τω κοσμω ω φως ειμι του κοσμου

ταυτα ειπων επτυσεν χαμαι και εποιησεν πηλον εκ του πτυσματος και επεθηκεν αυτου τον πηλον επι τους οφθαλμους

και ειπεν αυτω υπαγε νιψαι εις την κολυμβηθραν του σιλωαμ ο ερμηνευεται απεσταλμενος απηλθεν ουν και ενιψατο και ηλθεν βλεπων

οι ουν γειτονες και οι θεωρουντες αυτον το προτερον οτι προσαιτης ην ελεγον ουχ ουτος εστιν ο καθημενος και προσαιτων

αλλοι ελεγον οτι ουτος εστιν αλλοι ελεγον ουχι αλλα ομοιος αυτω εστιν εκεινος ελεγεν οτι εγω ειμι

10 ελεγον ουν αυτω πως [ουν] ηνεωχθησαν σου οι οφθαλμοι

11 απεκριθη εκεινος ο ανθρωπος ο λεγομενος ιησους πηλον εποιησεν και επεχρισεν μου τους οφθαλμους και ειπεν μοι οτι υπαγε εις τον σιλωαμ και νιψαι απελθων ουν και νιψαμενος ανεβλεψα

12 και ειπαν αυτω που εστιν εκεινος λεγει ουκ οιδα

13 αγουσιν αυτον προς τους φαρισαιους τον ποτε τυφλον

14 ην δε σαββατον εν η ημερα τον πηλον εποιησεν ο ιησους και ανεωξεν αυτου τους οφθαλμους

15 παλιν ουν ηρωτων αυτον και οι φαρισαιοι πως ανεβλεψεν ο δε ειπεν αυτοις πηλον επεθηκεν μου επι τους οφθαλμους και ενιψαμην και βλεπω

16 ελεγον ουν εκ των φαρισαιων τινες ουκ εστιν ουτος παρα θεου ο ανθρωπος οτι το σαββατον ου τηρει αλλοι [δε] ελεγον πως δυναται ανθρωπος αμαρτωλος τοιαυτα σημεια ποιειν και σχισμα ην εν αυτοις

17 λεγουσιν ουν τω τυφλω παλιν τι συ λεγεις περι αυτου οτι ηνεωξεν σου τους οφθαλμους ο δε ειπεν οτι προφητης εστιν

18 ουκ επιστευσαν ουν οι ιουδαιοι περι αυτου οτι ην τυφλος και ανεβλεψεν εως οτου εφωνησαν τους γονεις αυτου του αναβλεψαντος

19 και ηρωτησαν αυτους λεγοντες ουτος εστιν ο υιος υμων ον υμεις λεγετε οτι τυφλος εγεννηθη πως ουν βλεπει αρτι

20 απεκριθησαν ουν οι γονεις αυτου και ειπαν οιδαμεν οτι ουτος εστιν ο υιος ημων και οτι τυφλος εγεννηθη

21 πως δε νυν βλεπει ουκ οιδαμεν η τις ηνοιξεν αυτου τους οφθαλμους ημεις ουκ οιδαμεν αυτον ερωτησατε ηλικιαν εχει αυτος περι εαυτου λαλησει

22 ταυτα ειπαν οι γονεις αυτου οτι εφοβουντο τους ιουδαιους ηδη γαρ συνετεθειντο οι ιουδαιοι ινα εαν τις αυτον ομολογηση χριστον αποσυναγωγος γενηται

23 δια τουτο οι γονεις αυτου ειπαν οτι ηλικιαν εχει αυτον επερωτησατε

24 εφωνησαν ουν τον ανθρωπον εκ δευτερου ος ην τυφλος και ειπαν αυτω δος δοξαν τω θεω ημεις οιδαμεν οτι ουτος ο ανθρωπος αμαρτωλος εστιν

25 απεκριθη ουν εκεινος ει αμαρτωλος εστιν ουκ οιδα εν οιδα οτι τυφλος ων αρτι βλεπω

26 ειπον ουν αυτω τι εποιησεν σοι πως ηνοιξεν σου τους οφθαλμους

27 απεκριθη αυτοις ειπον υμιν ηδη και ουκ ηκουσατε τι παλιν θελετε ακουειν μη και υμεις θελετε αυτου μαθηται γενεσθαι

28 και ελοιδορησαν αυτον και ειπον συ μαθητης ει εκεινου ημεις δε του μωυσεως εσμεν μαθηται

29 ημεις οιδαμεν οτι μωυσει λελαληκεν ο θεος τουτον δε ουκ οιδαμεν ποθεν εστιν

30 απεκριθη ο ανθρωπος και ειπεν αυτοις εν τουτω γαρ το θαυμαστον εστιν οτι υμεις ουκ οιδατε ποθεν εστιν και ηνοιξεν μου τους οφθαλμους

31 οιδαμεν οτι ο θεος αμαρτωλων ουκ ακουει αλλ εαν τις θεοσεβης η και το θελημα αυτου ποιη τουτου ακουει

32 εκ του αιωνος ουκ ηκουσθη οτι ηνεωξεν τις οφθαλμους τυφλου γεγεννημενου

33 ει μη ην ουτος παρα θεου ουκ ηδυνατο ποιειν ουδεν

34 απεκριθησαν και ειπαν αυτω εν αμαρτιαις συ εγεννηθης ολος και συ διδασκεις ημας και εξεβαλον αυτον εξω

35 ηκουσεν ιησους οτι εξεβαλον αυτον εξω και ευρων αυτον ειπεν συ πιστευεις εις τον υιον του ανθρωπου

36 απεκριθη εκεινος [και ειπεν] και τις εστιν κυριε ινα πιστευσω εις αυτον

37 ειπεν αυτω ο ιησους και εωρακας αυτον και ο λαλων μετα σου εκεινος εστιν

38 ο δε εφη πιστευω κυριε και προσεκυνησεν αυτω

39 και ειπεν ο ιησους εις κριμα εγω εις τον κοσμον τουτον ηλθον ινα οι μη βλεποντες βλεπωσιν και οι βλεποντες τυφλοι γενωνται

40 ηκουσαν εκ των φαρισαιων ταυτα οι μετ αυτου οντες και ειπον αυτω μη και ημεις τυφλοι εσμεν

41 ειπεν αυτοις [ο] ιησους ει τυφλοι ητε ουκ αν ειχετε αμαρτιαν νυν δε λεγετε οτι βλεπομεν η αμαρτια υμων μενει

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes