A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 81881 Westcott-Hort New Testament (WHNU)

ιησους δε επορευθη εις το ορος των ελαιων

ορθρου δε παλιν παρεγενετο εις το ιερον [και πας ο λαος ηρχετο προς αυτον και καθισας εδιδασκεν αυτους]

αγουσιν δε οι γραμματεις και οι φαρισαιοι γυναικα επι μοιχεια κατειλημμενην και στησαντες αυτην εν μεσω

λεγουσιν αυτω διδασκαλε αυτη η γυνη κατειληπται επ αυτοφωρω μοιχευομενη

εν δε τω νομω [ημιν] μωυσης ενετειλατο τας τοιαυτας λιθαζειν συ ουν τι λεγεις

[τουτο δε ελεγον πειραζοντες αυτον ινα εχωσιν κατηγορειν αυτου] ο δε ιησους κατω κυψας τω δακτυλω κατεγραφεν εις την γην

ως δε επεμενον ερωτωντες [αυτον] ανεκυψεν και ειπεν [αυτοις] ο αναμαρτητος υμων πρωτος επ αυτην βαλετω λιθον

και παλιν κατακυψας εγραφεν εις την γην

οι δε ακουσαντες εξηρχοντο εις καθ εις αρξαμενοι απο των πρεσβυτερων και κατελειφθη μονος και η γυνη εν μεσω ουσα

10 ανακυψας δε ο ιησους ειπεν αυτη γυναι που εισιν ουδεις σε κατεκρινεν

11 η δε ειπεν ουδεις κυριε ειπεν δε ο ιησους ουδε εγω σε κατακρινω πορευου απο του νυν μηκετι αμαρτανε]]

12 παλιν ουν αυτοις ελαλησεν [ο] ιησους λεγων εγω ειμι το φως του κοσμου ο ακολουθων μοι ου μη περιπατηση εν τη σκοτια αλλ εξει το φως της ζωης

13 ειπον ουν αυτω οι φαρισαιοι συ περι σεαυτου μαρτυρεις η μαρτυρια σου ουκ εστιν αληθης

14 απεκριθη ιησους και ειπεν αυτοις καν εγω μαρτυρω περι εμαυτου αληθης εστιν η μαρτυρια μου οτι οιδα ποθεν ηλθον και που υπαγω υμεις δε ουκ οιδατε ποθεν ερχομαι η που υπαγω

15 υμεις κατα την σαρκα κρινετε εγω ου κρινω ουδενα

16 και εαν κρινω δε εγω η κρισις η εμη αληθινη εστιν οτι μονος ουκ ειμι αλλ εγω και ο πεμψας με [πατηρ]

17 και εν τω νομω δε τω υμετερω γεγραπται οτι δυο ανθρωπων η μαρτυρια αληθης εστιν

18 εγω ειμι ο μαρτυρων περι εμαυτου και μαρτυρει περι εμου ο πεμψας με πατηρ

19 ελεγον ουν αυτω που εστιν ο πατηρ σου απεκριθη ιησους ουτε εμε οιδατε ουτε τον πατερα μου ει εμε ηδειτε και τον πατερα μου αν ηδειτε

20 ταυτα τα ρηματα ελαλησεν εν τω γαζοφυλακιω διδασκων εν τω ιερω και ουδεις επιασεν αυτον οτι ουπω εληλυθει η ωρα αυτου

21 ειπεν ουν παλιν αυτοις εγω υπαγω και ζητησετε με και εν τη αμαρτια υμων αποθανεισθε οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν

22 ελεγον ουν οι ιουδαιοι μητι αποκτενει εαυτον οτι λεγει οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν

23 και ελεγεν αυτοις υμεις εκ των κατω εστε εγω εκ των ανω ειμι υμεις εκ τουτου του κοσμου εστε εγω ουκ ειμι εκ του κοσμου τουτου

24 ειπον ουν υμιν οτι αποθανεισθε εν ταις αμαρτιαις υμων εαν γαρ μη πιστευσητε οτι εγω ειμι αποθανεισθε εν ταις αμαρτιαις υμων

25 ελεγον ουν αυτω συ τις ει ειπεν αυτοις [ο] ιησους την αρχην ο τι και λαλω υμιν

26 πολλα εχω περι υμων λαλειν και κρινειν αλλ ο πεμψας με αληθης εστιν καγω α ηκουσα παρ αυτου ταυτα λαλω εις τον κοσμον

27 ουκ εγνωσαν οτι τον πατερα αυτοις ελεγεν

28 ειπεν ουν ο ιησους οταν υψωσητε τον υιον του ανθρωπου τοτε γνωσεσθε οτι εγω ειμι και απ εμαυτου ποιω ουδεν αλλα καθως εδιδαξεν με ο πατηρ ταυτα λαλω

29 και ο πεμψας με μετ εμου εστιν ουκ αφηκεν με μονον οτι εγω τα αρεστα αυτω ποιω παντοτε

30 ταυτα αυτου λαλουντος πολλοι επιστευσαν εις αυτον

31 ελεγεν ουν ο ιησους προς τους πεπιστευκοτας αυτω ιουδαιους εαν υμεις μεινητε εν τω λογω τω εμω αληθως μαθηται μου εστε

32 και γνωσεσθε την αληθειαν και η αληθεια ελευθερωσει υμας

33 απεκριθησαν προς αυτον σπερμα αβρααμ εσμεν και ουδενι δεδουλευκαμεν πωποτε πως συ λεγεις οτι ελευθεροι γενησεσθε

34 απεκριθη αυτοις [ο] ιησους αμην αμην λεγω υμιν οτι πας ο ποιων την αμαρτιαν δουλος εστιν [της αμαρτιας]

35 ο δε δουλος ου μενει εν τη οικια εις τον αιωνα ο υιος μενει εις τον αιωνα

36 εαν ουν ο υιος υμας ελευθερωση οντως ελευθεροι εσεσθε

37 οιδα οτι σπερμα αβρααμ εστε αλλα ζητειτε με αποκτειναι οτι ο λογος ο εμος ου χωρει εν υμιν

38 α εγω εωρακα παρα τω πατρι λαλω και υμεις ουν α ηκουσατε παρα του πατρος ποιειτε

39 απεκριθησαν και ειπαν αυτω ο πατηρ ημων αβρααμ εστιν λεγει αυτοις [ο] ιησους ει τεκνα του αβρααμ εστε τα εργα του αβρααμ ποιειτε

40 νυν δε ζητειτε με αποκτειναι ανθρωπον ος την αληθειαν υμιν λελαληκα ην ηκουσα παρα του θεου τουτο αβρααμ ουκ εποιησεν

41 υμεις ποιειτε τα εργα του πατρος υμων ειπαν αυτω ημεις εκ πορνειας ουκ εγεννηθημεν ενα πατερα εχομεν τον θεον

42 ειπεν αυτοις [ο] ιησους ει ο θεος πατηρ υμων ην ηγαπατε αν εμε εγω γαρ εκ του θεου εξηλθον και ηκω ουδε γαρ απ εμαυτου εληλυθα αλλ εκεινος με απεστειλεν

43 δια τι την λαλιαν την εμην ου γινωσκετε οτι ου δυνασθε ακουειν τον λογον τον εμον

44 υμεις εκ του πατρος του διαβολου εστε και τας επιθυμιας του πατρος υμων θελετε ποιειν εκεινος ανθρωποκτονος ην απ αρχης και εν τη αληθεια ουκ εστηκεν οτι ουκ εστιν αληθεια εν αυτω οταν λαλη το ψευδος εκ των ιδιων λαλει οτι ψευστης εστιν και ο πατηρ αυτου

45 εγω δε οτι την αληθειαν λεγω ου πιστευετε μοι

46 τις εξ υμων ελεγχει με περι αμαρτιας ει αληθειαν λεγω δια τι υμεις ου πιστευετε μοι

47 ο ων εκ του θεου τα ρηματα του θεου ακουει δια τουτο υμεις ουκ ακουετε οτι εκ του θεου ουκ εστε

48 απεκριθησαν οι ιουδαιοι και ειπαν αυτω ου καλως λεγομεν ημεις οτι σαμαριτης ει συ και δαιμονιον εχεις

49 απεκριθη ιησους εγω δαιμονιον ουκ εχω αλλα τιμω τον πατερα μου και υμεις ατιμαζετε με

50 εγω δε ου ζητω την δοξαν μου εστιν ο ζητων και κρινων

51 αμην αμην λεγω υμιν εαν τις τον εμον λογον τηρηση θανατον ου μη θεωρηση εις τον αιωνα

52 ειπον αυτω οι ιουδαιοι νυν εγνωκαμεν οτι δαιμονιον εχεις αβρααμ απεθανεν και οι προφηται και συ λεγεις εαν τις τον λογον μου τηρηση ου μη γευσηται θανατου εις τον αιωνα

53 μη συ μειζων ει του πατρος ημων αβρααμ οστις απεθανεν και οι προφηται απεθανον τινα σεαυτον ποιεις

54 απεκριθη ιησους εαν εγω δοξασω εμαυτον η δοξα μου ουδεν εστιν εστιν ο πατηρ μου ο δοξαζων με ον υμεις λεγετε οτι θεος υμων εστιν

55 και ουκ εγνωκατε αυτον εγω δε οιδα αυτον καν ειπω οτι ουκ οιδα αυτον εσομαι ομοιος υμιν ψευστης αλλα οιδα αυτον και τον λογον αυτου τηρω

56 αβρααμ ο πατηρ υμων ηγαλλιασατο ινα ιδη την ημεραν την εμην και ειδεν και εχαρη

57 ειπον ουν οι ιουδαιοι προς αυτον πεντηκοντα ετη ουπω εχεις και αβρααμ εωρακας

58 ειπεν αυτοις ιησους αμην αμην λεγω υμιν πριν αβρααμ γενεσθαι εγω ειμι

59 ηραν ουν λιθους ινα βαλωσιν επ αυτον ιησους δε εκρυβη και εξηλθεν εκ του ιερου

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes