A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 71881 Westcott-Hort New Testament (WHNU)

και μετα ταυτα περιεπατει [ο] ιησους εν τη γαλιλαια ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι

ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια

ειπον ουν προς αυτον οι αδελφοι αυτου μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν ινα και οι μαθηται σου θεωρησουσιν [σου] τα εργα α ποιεις

ουδεις γαρ τι εν κρυπτω ποιει και ζητει αυτος εν παρρησια ειναι ει ταυτα ποιεις φανερωσον σεαυτον τω κοσμω

ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον

λεγει ουν αυτοις ο ιησους ο καιρος ο εμος ουπω παρεστιν ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος

ου δυναται ο κοσμος μισειν υμας εμε δε μισει οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν

υμεις αναβητε εις την εορτην εγω ουπω αναβαινω εις την εορτην ταυτην οτι ο εμος καιρος ουπω πεπληρωται

ταυτα δε ειπων αυτοις εμεινεν εν τη γαλιλαια

10 ως δε ανεβησαν οι αδελφοι αυτου εις την εορτην τοτε και αυτος ανεβη ου φανερως αλλα ως εν κρυπτω

11 οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινος

12 και γογγυσμος περι αυτου ην πολυς εν τοις οχλοις οι μεν ελεγον οτι αγαθος εστιν αλλοι [δε] ελεγον ου αλλα πλανα τον οχλον

13 ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων

14 ηδη δε της εορτης μεσουσης ανεβη ιησους εις το ιερον και εδιδασκεν

15 εθαυμαζον ουν οι ιουδαιοι λεγοντες πως ουτος γραμματα οιδεν μη μεμαθηκως

16 απεκριθη ουν αυτοις ιησους και ειπεν η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντος με

17 εαν τις θελη το θελημα αυτου ποιειν γνωσεται περι της διδαχης ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω

18 ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντος αυτον ουτος αληθης εστιν και αδικια εν αυτω ουκ εστιν

19 ου μωυσης εδωκεν υμιν τον νομον και ουδεις εξ υμων ποιει τον νομον τι με ζητειτε αποκτειναι

20 απεκριθη ο οχλος δαιμονιον εχεις τις σε ζητει αποκτειναι

21 απεκριθη ιησους και ειπεν αυτοις εν εργον εποιησα και παντες θαυμαζετε

22 δια τουτο μωυσης δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του μωυσεως εστιν αλλ εκ των πατερων και [εν] σαββατω περιτεμνετε ανθρωπον

23 ει περιτομην λαμβανει [ο] ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος μωυσεως εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω

24 μη κρινετε κατ οψιν αλλα την δικαιαν κρισιν κρινετε

25 ελεγον ουν τινες εκ των ιεροσολυμιτων ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι

26 και ιδε παρρησια λαλει και ουδεν αυτω λεγουσιν μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν ο χριστος

27 αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε χριστος οταν ερχηται ουδεις γινωσκει ποθεν εστιν

28 εκραξεν ουν εν τω ιερω διδασκων [ο] ιησους και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα αλλ εστιν αληθινος ο πεμψας με ον υμεις ουκ οιδατε

29 εγω οιδα αυτον οτι παρ αυτου ειμι κακεινος με απεστειλεν

30 εζητουν ουν αυτον πιασαι και ουδεις επεβαλεν επ αυτον την χειρα οτι ουπω εληλυθει η ωρα αυτου

31 εκ του οχλου δε πολλοι επιστευσαν εις αυτον και ελεγον ο χριστος οταν ελθη μη πλειονα σημεια ποιησει ων ουτος εποιησεν

32 ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα και απεστειλαν οι αρχιερεις και οι φαρισαιοι υπηρετας ινα πιασωσιν αυτον

33 ειπεν ουν ο ιησους ετι χρονον μικρον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με

34 ζητησετε με και ουχ ευρησετε με και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν

35 ειπον ουν οι ιουδαιοι προς εαυτους που ουτος μελλει πορευεσθαι οτι ημεις ουχ ευρησομεν αυτον μη εις την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τους ελληνας

36 τις εστιν ο λογος ουτος ον ειπεν ζητησετε με και ουχ ευρησετε με και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν

37 εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο ιησους και εκραξεν λεγων εαν τις διψα ερχεσθω προς με και πινετω

38 ο πιστευων εις εμε καθως ειπεν η γραφη ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος

39 τουτο δε ειπεν περι του πνευματος ου εμελλον λαμβανειν οι πιστευσαντες εις αυτον ουπω γαρ ην πνευμα οτι ιησους ουπω εδοξασθη

40 εκ του οχλου ουν ακουσαντες των λογων τουτων ελεγον [οτι] ουτος εστιν αληθως ο προφητης

41 αλλοι ελεγον ουτος εστιν ο χριστος οι δε ελεγον μη γαρ εκ της γαλιλαιας ο χριστος ερχεται

42 ουχ η γραφη ειπεν οτι εκ του σπερματος δαυιδ και απο βηθλεεμ της κωμης οπου ην δαυιδ ερχεται ο χριστος

43 σχισμα ουν εγενετο εν τω οχλω δι αυτον

44 τινες δε ηθελον εξ αυτων πιασαι αυτον αλλ ουδεις εβαλεν επ αυτον τας χειρας

45 ηλθον ουν οι υπηρεται προς τους αρχιερεις και φαρισαιους και ειπον αυτοις εκεινοι δια τι ουκ ηγαγετε αυτον

46 απεκριθησαν οι υπηρεται ουδεποτε ελαλησεν ουτως ανθρωπος

47 απεκριθησαν ουν [αυτοις] οι φαρισαιοι μη και υμεις πεπλανησθε

48 μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των φαρισαιων

49 αλλα ο οχλος ουτος ο μη γινωσκων τον νομον επαρατοι εισιν

50 λεγει νικοδημος προς αυτους ο ελθων προς αυτον προτερον εις ων εξ αυτων

51 μη ο νομος ημων κρινει τον ανθρωπον εαν μη ακουση πρωτον παρ αυτου και γνω τι ποιει

52 απεκριθησαν και ειπαν αυτω μη και συ εκ της γαλιλαιας ει εραυνησον και ιδε οτι εκ της γαλιλαιας προφητης ουκ εγειρεται

53 [[και επορευθησαν εκαστος εις τον οικον αυτου

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes