A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 121881 Westcott-Hort New Testament (WHNU)

12 ο ουν ιησους προ εξ ημερων του πασχα ηλθεν εις βηθανιαν οπου ην λαζαρος ον ηγειρεν εκ νεκρων ιησους

εποιησαν ουν αυτω δειπνον εκει και η μαρθα διηκονει ο δε λαζαρος εις ην εκ των ανακειμενων συν αυτω

η ουν μαριαμ λαβουσα λιτραν μυρου ναρδου πιστικης πολυτιμου ηλειψεν τους ποδας [του] ιησου και εξεμαξεν ταις θριξιν αυτης τους ποδας αυτου η δε οικια επληρωθη εκ της οσμης του μυρου

λεγει [δε] ιουδας ο ισκαριωτης εις των μαθητων αυτου ο μελλων αυτον παραδιδοναι

δια τι τουτο το μυρον ουκ επραθη τριακοσιων δηναριων και εδοθη πτωχοις

ειπεν δε τουτο ουχ οτι περι των πτωχων εμελεν αυτω αλλ οτι κλεπτης ην και το γλωσσοκομον εχων τα βαλλομενα εβασταζεν

ειπεν ουν ο ιησους αφες αυτην ινα εις την ημεραν του ενταφιασμου μου τηρηση αυτο

τους πτωχους γαρ παντοτε εχετε μεθ εαυτων εμε δε ου παντοτε εχετε

εγνω ουν ο οχλος πολυς εκ των ιουδαιων οτι εκει εστιν και ηλθον ου δια τον ιησουν μονον αλλ ινα και τον λαζαρον ιδωσιν ον ηγειρεν εκ νεκρων

10 εβουλευσαντο δε οι αρχιερεις ινα και τον λαζαρον αποκτεινωσιν

11 οτι πολλοι δι αυτον υπηγον των ιουδαιων και επιστευον εις τον ιησουν

12 τη επαυριον ο οχλος πολυς ο ελθων εις την εορτην ακουσαντες οτι ερχεται ιησους εις ιεροσολυμα

13 ελαβον τα βαια των φοινικων και εξηλθον εις υπαντησιν αυτω και εκραυγαζον ωσαννα ευλογημενος ο ερχομενος εν ονοματι κυριου και ο βασιλευς του ισραηλ

14 ευρων δε ο ιησους οναριον εκαθισεν επ αυτο καθως εστιν γεγραμμενον

15 μη φοβου θυγατηρ σιων ιδου ο βασιλευς σου ερχεται καθημενος επι πωλον ονου

16 ταυτα ουκ εγνωσαν αυτου οι μαθηται το πρωτον αλλ οτε εδοξασθη ιησους τοτε εμνησθησαν οτι ταυτα ην επ αυτω γεγραμμενα και ταυτα εποιησαν αυτω

17 εμαρτυρει ουν ο οχλος ο ων μετ αυτου οτε τον λαζαρον εφωνησεν εκ του μνημειου και ηγειρεν αυτον εκ νεκρων

18 δια τουτο και υπηντησεν αυτω ο οχλος οτι ηκουσαν τουτο αυτον πεποιηκεναι το σημειον

19 οι ουν φαρισαιοι ειπαν προς εαυτους θεωρειτε οτι ουκ ωφελειτε ουδεν ιδε ο κοσμος οπισω αυτου απηλθεν

20 ησαν δε ελληνες τινες εκ των αναβαινοντων ινα προσκυνησωσιν εν τη εορτη

21 ουτοι ουν προσηλθον φιλιππω τω απο βηθσαιδα της γαλιλαιας και ηρωτων αυτον λεγοντες κυριε θελομεν τον ιησουν ιδειν

22 ερχεται ο φιλιππος και λεγει τω ανδρεα ερχεται ανδρεας και φιλιππος και λεγουσιν τω ιησου

23 ο δε ιησους αποκρινεται αυτοις λεγων εληλυθεν η ωρα ινα δοξασθη ο υιος του ανθρωπου

24 αμην αμην λεγω υμιν εαν μη ο κοκκος του σιτου πεσων εις την γην αποθανη αυτος μονος μενει εαν δε αποθανη πολυν καρπον φερει

25 ο φιλων την ψυχην αυτου απολλυει αυτην και ο μισων την ψυχην αυτου εν τω κοσμω τουτω εις ζωην αιωνιον φυλαξει αυτην

26 εαν εμοι τις διακονη εμοι ακολουθειτω και οπου ειμι εγω εκει και ο διακονος ο εμος εσται εαν τις εμοι διακονη τιμησει αυτον ο πατηρ

27 νυν η ψυχη μου τεταρακται και τι ειπω πατερ σωσον με εκ της ωρας ταυτης αλλα δια τουτο ηλθον εις την ωραν ταυτην

28 πατερ δοξασον σου το ονομα ηλθεν ουν φωνη εκ του ουρανου και εδοξασα και παλιν δοξασω

29 ο [ουν] οχλος ο εστως και ακουσας ελεγεν βροντην γεγονεναι αλλοι ελεγον αγγελος αυτω λελαληκεν

30 απεκριθη και ειπεν ιησους ου δι εμε η φωνη αυτη γεγονεν αλλα δι υμας

31 νυν κρισις εστιν του κοσμου τουτου νυν ο αρχων του κοσμου τουτου εκβληθησεται εξω

32 καγω εαν υψωθω εκ της γης παντας ελκυσω προς εμαυτον

33 τουτο δε ελεγεν σημαινων ποιω θανατω ημελλεν αποθνησκειν

34 απεκριθη ουν αυτω ο οχλος ημεις ηκουσαμεν εκ του νομου οτι ο χριστος μενει εις τον αιωνα και πως λεγεις συ οτι δει υψωθηναι τον υιον του ανθρωπου τις εστιν ουτος ο υιος του ανθρωπου

35 ειπεν ουν αυτοις ο ιησους ετι μικρον χρονον το φως εν υμιν εστιν περιπατειτε ως το φως εχετε ινα μη σκοτια υμας καταλαβη και ο περιπατων εν τη σκοτια ουκ οιδεν που υπαγει

36 ως το φως εχετε πιστευετε εις το φως ινα υιοι φωτος γενησθε ταυτα ελαλησεν ιησους και απελθων εκρυβη απ αυτων

37 τοσαυτα δε αυτου σημεια πεποιηκοτος εμπροσθεν αυτων ουκ επιστευον εις αυτον

38 ινα ο λογος ησαιου του προφητου πληρωθη ον ειπεν κυριε τις επιστευσεν τη ακοη ημων και ο βραχιων κυριου τινι απεκαλυφθη

39 δια τουτο ουκ ηδυναντο πιστευειν οτι παλιν ειπεν ησαιας

40 τετυφλωκεν αυτων τους οφθαλμους και επωρωσεν αυτων την καρδιαν ινα μη ιδωσιν τοις οφθαλμοις και νοησωσιν τη καρδια και στραφωσιν και ιασομαι αυτους

41 ταυτα ειπεν ησαιας οτι ειδεν την δοξαν αυτου και ελαλησεν περι αυτου

42 ομως μεντοι και εκ των αρχοντων πολλοι επιστευσαν εις αυτον αλλα δια τους φαρισαιους ουχ ωμολογουν ινα μη αποσυναγωγοι γενωνται

43 ηγαπησαν γαρ την δοξαν των ανθρωπων μαλλον ηπερ την δοξαν του θεου

44 ιησους δε εκραξεν και ειπεν ο πιστευων εις εμε ου πιστευει εις εμε αλλα εις τον πεμψαντα με

45 και ο θεωρων εμε θεωρει τον πεμψαντα με

46 εγω φως εις τον κοσμον εληλυθα ινα πας ο πιστευων εις εμε εν τη σκοτια μη μεινη

47 και εαν τις μου ακουση των ρηματων και μη φυλαξη εγω ου κρινω αυτον ου γαρ ηλθον ινα κρινω τον κοσμον αλλ ινα σωσω τον κοσμον

48 ο αθετων εμε και μη λαμβανων τα ρηματα μου εχει τον κρινοντα αυτον ο λογος ον ελαλησα εκεινος κρινει αυτον εν τη εσχατη ημερα

49 οτι εγω εξ εμαυτου ουκ ελαλησα αλλ ο πεμψας με πατηρ αυτος μοι εντολην δεδωκεν τι ειπω και τι λαλησω

50 και οιδα οτι η εντολη αυτου ζωη αιωνιος εστιν α ουν εγω λαλω καθως ειρηκεν μοι ο πατηρ ουτως λαλω

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes