Add parallel Print Page Options

ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· [a]Ἰδοὺ ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον [b]σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν [c]νόμον ὀφείλει ἀποθανεῖν, ὅτι [d]υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:5 Ἰδοὺ WH Treg NIV ] Ἴδε RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:6 σταύρωσον WH Treg NIV ] + αὐτὸν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:7 νόμον WH Treg NIV ] + ἡμῶν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:7 υἱὸν θεοῦ ἑαυτὸν WH Treg NIV ] ἑαυτὸν υἱὸν θεοῦ RP