Add parallel Print Page Options

11 ἀπεκρίθη [a]αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν [b]κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν [c]δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ [d]παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 ἐκ τούτου [e]ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι [f]ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13 Ὁ οὖν Πιλᾶτος ἀκούσας [g]τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν [h]ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 αὐτῷ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 κατ᾽ ἐμοῦ οὐδεμίαν WH Treg NIV ] οὐδεμίαν κατ᾽ ἐμοῦ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 δεδομένον σοι WH Treg NIV ] σοι δεδομένον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 παραδούς WH NIV ] παραδιδούς Treg RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:12 ὁ Πιλᾶτος ἐζήτει WH Treg NIV ] ἐζήτει ὁ Πιλᾶτος RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:12 ἐκραύγασαν WH Treg NIV ] ἔκραζον RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13 τῶν λόγων τούτων WH Treg NIV ] τοῦτον τὸν λόγον RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13 ἐπὶ WH Treg NIV ] + τοῦ RP