ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15-31
SBL Greek New Testament
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς [a]τηρήσετε· 16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα [b]ᾖ μεθ’ ὑμῶν εἰς τὸν [c]αἰῶνα, 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ [d]γινώσκει· [e]ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν [f]ἔσται.
18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς [g]ζήσετε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ [h]γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, [i]τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; 23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ [j]ποιησόμεθα. 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον [k]ὑμῖν. 27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, [l]ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ [m]πατὴρ μείζων μού ἐστιν. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς [n]ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15 τηρήσετε WH Treg NIV ] τηρήσατε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 ᾖ WH Treg ] – NIV; + μένῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 αἰῶνα WH Treg RP ] + ᾖ NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 γινώσκει WH NIV ] + αὐτό Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ὑμεῖς WH NIV ] + δὲ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ἔσται NIV RP ] ἐστίν WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:19 ζήσετε WH Treg NIV ] ζήσεσθε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:20 γνώσεσθε ὑμεῖς NIV RP ] ὑμεῖς γνώσεσθε WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:22 τί WH Treg ] καὶ τί NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:23 ποιησόμεθα WH Treg NIV ] ποιήσομεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:26 ὑμῖν Treg RP ] + ἐγώ WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 ὅτι WH Treg NIV ] + εἶπον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 πατὴρ WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:31 ἐνετείλατο NIV RP ] ἐντολὴν ἔδωκέν WH Treg
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software