ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1-6
SBL Greek New Testament
10 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· 2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. 3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα [a]φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. 4 [b]ὅταν τὰ ἴδια [c]πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· 5 ἀλλοτρίῳ δὲ οὐ μὴ [d]ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 6 ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα [e]ἦν ἃ ἐλάλει αὐτοῖς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:3 φωνεῖ WH Treg NIV ] καλεῖ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:4 ὅταν WH Treg NIV ] Καὶ ὅταν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:4 πάντα WH Treg NIV ] πρόβατα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:5 ἀκολουθήσουσιν WH Treg NIV ] ἀκολουθήσωσιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:6 ἦν WH NIV RP ] ᾖ Treg
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software