Add parallel Print Page Options

10 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα [a]φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. [b]ὅταν τὰ ἴδια [c]πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ [d]ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα [e]ἦν ἃ ἐλάλει αὐτοῖς.

Εἶπεν οὖν πάλιν [f]αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν [g]ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον [h]πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.

11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 [i]μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ [j]ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ [k]σκορπίζει— 13 [l]ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ [m]γινώσκουσί με τὰ ἐμά, 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα [n]δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ [o]γενήσονται μία ποίμνη, εἷς ποιμήν. 17 διὰ τοῦτό [p]με ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 οὐδεὶς [q]αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.

19 [r]Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 [s]ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς [t]ἀνοῖξαι;

22 Ἐγένετο [u]τότε τὰ ἐγκαίνια ἐν [v]τοῖς Ἱεροσολύμοις· [w]χειμὼν ἦν, 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ [x]τοῦ Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, [y]ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν [z]ἐμῶν. 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου [aa]ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ [ab]δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου [ac]ὃ δέδωκέν [ad]μοι [ae]πάντων μεῖζων ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ [af]πατρός. 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:3 φωνεῖ WH Treg NIV ] καλεῖ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:4 ὅταν WH Treg NIV ] Καὶ ὅταν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:4 πάντα WH Treg NIV ] πρόβατα RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:5 ἀκολουθήσουσιν WH Treg NIV ] ἀκολουθήσωσιν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:6 ἦν WH NIV RP ] ᾖ Treg
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7 αὐτοῖς Treg RP ] – WH NIV
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7 ὅτι NIV RP ] – WH Treg
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:8 πρὸ ἐμοῦ WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12 μισθωτὸς WH NIV ] + δέ Treg RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12 ἔστιν WH Treg NIV ] εἰσιν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12 σκορπίζει WH Treg NIV ] + τὰ πρόβατα RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:13 ὅτι WH Treg NIV ] Ὁδὲ μισθωτὸς φεύγει ὅτι RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14 γινώσκουσί με τὰ ἐμά WH Treg NIV ] γινώσκομαι ὑπὸ τῶν ἐμῶν RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:16 δεῖ με WH Treg NIV ] με δεῖ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:16 γενήσονται WH Treg NIV ] γενήσεται RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:17 με ὁ πατὴρ WH Treg NIV ] ὁ πατήρ με RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18 αἴρει Treg NIV RP ] ἦρεν WH
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:19 Σχίσμα WH Treg NIV ] + οὖν RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:21 ἄλλοι WH Treg RP NA ] + δὲ NIV
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:21 ἀνοῖξαι WH Treg NIV ] ἀνοίγειν RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 τότε WH NIV ] δὲ Treg RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 τοῖς WH Treg NIV ] – RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 χειμὼν WH Treg NIV ] καὶ χειμὼν RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:23 τοῦ WH Treg NIV ] – RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:26 ὅτι οὐκ WH Treg NIV ] οὐ γάρ RP
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:26 ἐμῶν WH Treg NIV ] + καθὼς εἶπον ὑμῖν RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27 ἀκούουσιν WH Treg NIV ] ἀκούει RP
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28 δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NIV ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 WH Treg NA ] ὃς NIV RP
  30. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 μοι WH Treg RP NA ] + αὐτὰ NIV
  31. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA; μείζων πάντων NIV RP
  32. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 πατρός WH NIV ] + μου Treg RP

10 αμην αμην λεγω υμιν ο μη εισερχομενος δια της θυρας εις την αυλην των προβατων αλλα αναβαινων αλλαχοθεν εκεινος κλεπτης εστιν και ληστης

ο δε εισερχομενος δια της θυρας ποιμην εστιν των προβατων

τουτω ο θυρωρος ανοιγει και τα προβατα της φωνης αυτου ακουει και τα ιδια προβατα καλει κατ ονομα και εξαγει αυτα

και οταν τα ιδια προβατα εκβαλη εμπροσθεν αυτων πορευεται και τα προβατα αυτω ακολουθει οτι οιδασιν την φωνην αυτου

αλλοτριω δε ου μη ακολουθησωσιν αλλα φευξονται απ αυτου οτι ουκ οιδασιν των αλλοτριων την φωνην

ταυτην την παροιμιαν ειπεν αυτοις ο ιησους εκεινοι δε ουκ εγνωσαν τινα ην α ελαλει αυτοις

ειπεν ουν παλιν αυτοις ο ιησους αμην αμην λεγω υμιν οτι εγω ειμι η θυρα των προβατων

παντες οσοι προ εμου ηλθον κλεπται εισιν και λησται αλλ ουκ ηκουσαν αυτων τα προβατα

εγω ειμι η θυρα δι εμου εαν τις εισελθη σωθησεται και εισελευσεται και εξελευσεται και νομην ευρησει

10 ο κλεπτης ουκ ερχεται ει μη ινα κλεψη και θυση και απολεση εγω ηλθον ινα ζωην εχωσιν και περισσον εχωσιν

11 εγω ειμι ο ποιμην ο καλος ο ποιμην ο καλος την ψυχην αυτου τιθησιν υπερ των προβατων

12 ο μισθωτος δε και ουκ ων ποιμην ου ουκ εισιν τα προβατα ιδια θεωρει τον λυκον ερχομενον και αφιησιν τα προβατα και φευγει και ο λυκος αρπαζει αυτα και σκορπιζει τα προβατα

13 ο δε μισθωτος φευγει οτι μισθωτος εστιν και ου μελει αυτω περι των προβατων

14 εγω ειμι ο ποιμην ο καλος και γινωσκω τα εμα και γινωσκομαι υπο των εμων

15 καθως γινωσκει με ο πατηρ καγω γινωσκω τον πατερα και την ψυχην μου τιθημι υπερ των προβατων

16 και αλλα προβατα εχω α ουκ εστιν εκ της αυλης ταυτης κακεινα με δει αγαγειν και της φωνης μου ακουσουσιν και γενησεται μια ποιμνη εις ποιμην

17 δια τουτο ο πατηρ με αγαπα οτι εγω τιθημι την ψυχην μου ινα παλιν λαβω αυτην

18 ουδεις αιρει αυτην απ εμου αλλ εγω τιθημι αυτην απ εμαυτου εξουσιαν εχω θειναι αυτην και εξουσιαν εχω παλιν λαβειν αυτην ταυτην την εντολην ελαβον παρα του πατρος μου

19 σχισμα ουν παλιν εγενετο εν τοις ιουδαιοις δια τους λογους τουτους

20 ελεγον δε πολλοι εξ αυτων δαιμονιον εχει και μαινεται τι αυτου ακουετε

21 αλλοι ελεγον ταυτα τα ρηματα ουκ εστιν δαιμονιζομενου μη δαιμονιον δυναται τυφλων οφθαλμους ανοιγειν

22 εγενετο δε τα εγκαινια εν τοις ιεροσολυμοις και χειμων ην

23 και περιεπατει ο ιησους εν τω ιερω εν τη στοα του σολομωντος

24 εκυκλωσαν ουν αυτον οι ιουδαιοι και ελεγον αυτω εως ποτε την ψυχην ημων αιρεις ει συ ει ο χριστος ειπε ημιν παρρησια

25 απεκριθη αυτοις ο ιησους ειπον υμιν και ου πιστευετε τα εργα α εγω ποιω εν τω ονοματι του πατρος μου ταυτα μαρτυρει περι εμου

26 αλλ υμεις ου πιστευετε ου γαρ εστε εκ των προβατων των εμων καθως ειπον υμιν

27 τα προβατα τα εμα της φωνης μου ακουει καγω γινωσκω αυτα και ακολουθουσιν μοι

28 καγω ζωην αιωνιον διδωμι αυτοις και ου μη απολωνται εις τον αιωνα και ουχ αρπασει τις αυτα εκ της χειρος μου

29 ο πατηρ μου ος δεδωκεν μοι μειζων παντων εστιν και ουδεις δυναται αρπαζειν εκ της χειρος του πατρος μου

30 εγω και ο πατηρ εν εσμεν

Read full chapter