Add parallel Print Page Options

18 Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον. μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.

Εἶπεν δὲ ὁ κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ᾽ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ [a]ἐξουθενοῦντες τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην.

10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς [b]ταῦτα πρὸς ἑαυτὸν προσηύχετο· ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. 12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.

13 Ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων· ὁ θεός, εἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν· κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν· ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς [c]ὁ θεός. 20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 21 ὁ δὲ εἶπεν· ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητός μου.

22 Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο, ἀκολούθει μοι.

23 Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη· ἦν γὰρ πλούσιος σφόδρα.

24 Ἰδὼν δὲ αὐτὸν ὁ [d]Ἰησοῦς εἶπεν· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται. 25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

26 Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπεν· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν.

28 Εἶπεν δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.

29 Ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, 30 ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγείνωσκον τὰ λεγόμενα.

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱερειχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο. 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυείδ, ἐλέησόν με.

39 Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ. αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυείδ, ἐλέησόν με.

40 Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· 41 τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. 43 καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 18:9 ἐξουθενοῦντες P75* B; εξουδενουντες P75c; ♦ εξουθενουντας A D K L Q W Δ Θ Ψ 69 1424; εξουδενουντας א
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 ταῦτα πρὸς ἑαυτὸν P75 א2 B L(αυτον for εαυτον) Θ Ψ; ταυτα א*; προς εαυτον ταυτα A K Q W Δ 69 1424; καθ εαυτον ταυτα D
  3. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 18:19 ὁ θεός א2 B2 D K L W Δ Θ Ψ 69 1424; θεος א* B*
  4. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 Ἰησοῦς א B L; add περιλυπον γενομενον A D(before ο ιησους) K W Δ Θ Ψ 69; add περιλυπον αυτον γενομενον and omit αυτον1 1424

18 ελεγεν δε και παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι και μη εκκακειν

λεγων κριτης τις ην εν τινι πολει τον θεον μη φοβουμενος και ανθρωπον μη εντρεπομενος

χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προς αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου

και ουκ ηθελησεν επι χρονον μετα δε ταυτα ειπεν εν εαυτω ει και τον θεον ου φοβουμαι και ανθρωπον ουκ εντρεπομαι

δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εις τελος ερχομενη υπωπιαζη με

ειπεν δε ο κυριος ακουσατε τι ο κριτης της αδικιας λεγει

ο δε θεος ου μη ποιησει την εκδικησιν των εκλεκτων αυτου των βοωντων προς αυτον ημερας και νυκτος και μακροθυμων επ αυτοις

λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης

ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι και εξουθενουντας τους λοιπους την παραβολην ταυτην

10 ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι ο εις φαρισαιος και ο ετερος τελωνης

11 ο φαρισαιος σταθεις προς εαυτον ταυτα προσηυχετο ο θεος ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγες αδικοι μοιχοι η και ως ουτος ο τελωνης

12 νηστευω δις του σαββατου αποδεκατω παντα οσα κτωμαι

13 και ο τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους εις τον ουρανον επαραι αλλ ετυπτεν εις το στηθος αυτου λεγων ο θεος ιλασθητι μοι τω αμαρτωλω

14 λεγω υμιν κατεβη ουτος δεδικαιωμενος εις τον οικον αυτου η εκεινος οτι πας ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται

15 προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντες δε οι μαθηται επετιμησαν αυτοις

16 ο δε ιησους προσκαλεσαμενος αυτα ειπεν αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου

17 αμην λεγω υμιν ος εαν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην

18 και επηρωτησεν τις αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησας ζωην αιωνιον κληρονομησω

19 ειπεν δε αυτω ο ιησους τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος

20 τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης τιμα τον πατερα σου και την μητερα σου

21 ο δε ειπεν ταυτα παντα εφυλαξαμην εκ νεοτητος μου

22 ακουσας δε ταυτα ο ιησους ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις και εξεις θησαυρον εν ουρανω και δευρο ακολουθει μοι

23 ο δε ακουσας ταυτα περιλυπος εγενετο ην γαρ πλουσιος σφοδρα

24 ιδων δε αυτον ο ιησους περιλυπον γενομενον ειπεν πως δυσκολως οι τα χρηματα εχοντες εισελευσονται εις την βασιλειαν του θεου

25 ευκοπωτερον γαρ εστιν καμηλον δια τρυμαλιας ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν

26 ειπον δε οι ακουσαντες και τις δυναται σωθηναι

27 ο δε ειπεν τα αδυνατα παρα ανθρωποις δυνατα εστιν παρα τω θεω

28 ειπεν δε ο πετρος ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι

29 ο δε ειπεν αυτοις αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γονεις η αδελφους η γυναικα η τεκνα ενεκεν της βασιλειας του θεου

30 ος ου μη απολαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον

31 παραλαβων δε τους δωδεκα ειπεν προς αυτους ιδου αναβαινομεν εις ιεροσολυμα και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου

32 παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται

33 και μαστιγωσαντες αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται

34 και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγινωσκον τα λεγομενα

35 εγενετο δε εν τω εγγιζειν αυτον εις ιεριχω τυφλος τις εκαθητο παρα την οδον προσαιτων

36 ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο

37 απηγγειλαν δε αυτω οτι ιησους ο ναζωραιος παρερχεται

38 και εβοησεν λεγων ιησου υιε δαβιδ ελεησον με

39 και οι προαγοντες επετιμων αυτω ινα σιωπηση αυτος δε πολλω μαλλον εκραζεν υιε δαβιδ ελεησον με

40 σταθεις δε ο ιησους εκελευσεν αυτον αχθηναι προς αυτον εγγισαντος δε αυτου επηρωτησεν αυτον

41 λεγων τι σοι θελεις ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω

42 και ο ιησους ειπεν αυτω αναβλεψον η πιστις σου σεσωκεν σε

43 και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πας ο λαος ιδων εδωκεν αινον τω θεω

The Parable of the Persistent Widow

18 Then He spoke a parable to them, that men (A)always ought to pray and not lose heart, saying: “There was in a certain city a judge who did not fear God nor [a]regard man. Now there was a widow in that city; and she came to him, saying, [b]‘Get justice for me from my adversary.’ And he would not for a while; but afterward he said within himself, ‘Though I do not fear God nor regard man, (B)yet because this widow troubles me I will [c]avenge her, lest by her continual coming she weary me.’ ”

Then the Lord said, “Hear what the unjust judge said. And (C)shall God not avenge His own elect who cry out day and night to Him, though He bears long with them? I tell you (D)that He will avenge them speedily. Nevertheless, when the Son of Man comes, will He really find faith on the earth?”

The Parable of the Pharisee and the Tax Collector

Also He spoke this parable to some (E)who trusted in themselves that they were righteous, and despised others: 10 “Two men went up to the temple to pray, one a Pharisee and the other a tax collector. 11 The Pharisee (F)stood and prayed thus with himself, (G)‘God, I thank You that I am not like other men—extortioners, unjust, adulterers, or even as this tax collector. 12 I fast twice a week; I give tithes of all that I possess.’ 13 And the tax collector, standing afar off, would not so much as raise his eyes to heaven, but beat his breast, saying, ‘God, be merciful to me a sinner!’ 14 I tell you, this man went down to his house justified rather than the other; (H)for everyone who exalts himself will be [d]humbled, and he who humbles himself will be exalted.”

Jesus Blesses Little Children(I)

15 (J)Then they also brought infants to Him that He might touch them; but when the disciples saw it, they rebuked them. 16 But Jesus called them to Him and said, “Let the little children come to Me, and do not forbid them; for (K)of such is the kingdom of God. 17 (L)Assuredly, I say to you, whoever does not receive the kingdom of God as a little child will by no means enter it.”

Jesus Counsels the Rich Young Ruler(M)

18 (N)Now a certain ruler asked Him, saying, “Good Teacher, what shall I do to inherit eternal life?”

19 So Jesus said to him, “Why do you call Me good? No one is good but (O)One, that is, God. 20 You know the commandments: (P)‘Do not commit adultery,’ ‘Do not murder,’ ‘Do not steal,’ ‘Do not bear false witness,’ (Q)‘Honor your father and your mother.’

21 And he said, “All (R)these things I have kept from my youth.”

22 So when Jesus heard these things, He said to him, “You still lack one thing. (S)Sell all that you have and distribute to the poor, and you will have treasure in heaven; and come, follow Me.”

23 But when he heard this, he became very sorrowful, for he was very rich.

With God All Things Are Possible(T)

24 And when Jesus saw that he became very sorrowful, He said, (U)“How hard it is for those who have riches to enter the kingdom of God! 25 For it is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of God.”

26 And those who heard it said, “Who then can be saved?”

27 But He said, (V)“The things which are impossible with men are possible with God.”

28 (W)Then Peter said, “See, we have left [e]all and followed You.”

29 So He said to them, “Assuredly, I say to you, (X)there is no one who has left house or parents or brothers or wife or children, for the sake of the kingdom of God, 30 (Y)who shall not receive many times more in this present time, and in the age to come eternal life.”

Jesus a Third Time Predicts His Death and Resurrection(Z)

31 (AA)Then He took the twelve aside and said to them, “Behold, we are going up to Jerusalem, and all things (AB)that are written by the prophets concerning the Son of Man will be [f]accomplished. 32 For (AC)He will be delivered to the Gentiles and will be mocked and insulted and spit upon. 33 They will scourge Him and kill Him. And the third day He will rise again.”

34 (AD)But they understood none of these things; this saying was hidden from them, and they did not know the things which were spoken.

A Blind Man Receives His Sight(AE)

35 (AF)Then it happened, as He was coming near Jericho, that a certain blind man sat by the road begging. 36 And hearing a multitude passing by, he asked what it meant. 37 So they told him that Jesus of Nazareth was passing by. 38 And he cried out, saying, “Jesus, (AG)Son of David, have mercy on me!”

39 Then those who went before warned him that he should be quiet; but he cried out all the more, “Son of David, have mercy on me!”

40 So Jesus stood still and commanded him to be brought to Him. And when he had come near, He asked him, 41 saying, “What do you want Me to do for you?”

He said, “Lord, that I may receive my sight.”

42 Then Jesus said to him, “Receive your sight; (AH)your faith has made you well.” 43 And immediately he received his sight, and followed Him, (AI)glorifying God. And all the people, when they saw it, gave praise to God.

Footnotes

  1. Luke 18:2 respect
  2. Luke 18:3 Avenge me on
  3. Luke 18:5 vindicate
  4. Luke 18:14 put down
  5. Luke 18:28 NU our own
  6. Luke 18:31 fulfilled