Add parallel Print Page Options

13 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.

Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.

Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· εἰπὸν ἡμῖν· πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;

Ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν· ἔσονται σεισμοὶ κατὰ τόπους· ἔσονται [a]λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.

Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· [b]παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα τὰ ἔθνη [c]πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε [d]τί λαλήσητε· ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 13 καὶ ἔσεσθε μεισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14 ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· 15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω τί ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ· 16 καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος. 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ [e]κύριος ἐκολόβωσεν τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ἴδε ὧδε ὁ χριστός, ἴδε ἐκεῖ, μὴ πιστεύετε. 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς. 23 ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.

24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλίψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27 καὶ τότε ἀποστελεῖ τοὺς [f]ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς [g]αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. 28 ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γεινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. 29 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γεινόμενα, γεινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱὸς εἰ μὴ ὁ πατήρ. 33 βλέπετε, ἀγρυπνεῖτε [h]καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ· 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω· γρηγορεῖτε.

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 λιμοί א2 B D L Ψ; ♦ add και ταραχαι A K W(omit και) Δ 69 1424; λοιμοι και ταραχαι Θ
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9 παραδώσουσιν ὑμᾶς B L Ψ; και δωσουσιν υμας W; παραδωσουσιν γαρ υμας א A K Δ 69 1424; ειτα υμας αυτους παραδωσουσιν D; ετι δε υμας αυτους παραδωσουσιν Θ
  3. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10 πρῶτον δεῖ א1 B D Ψ; προς τον λαον δει א*; δει πρωτον A K L Δ 69 1424; πρωτον δε δει W Θ
  4. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 τί λαλήσητε א B D L W Ψ 69 1424; add μηδε μελετατε A K Δ; μηδε προμελετατε τι λαλησητε Θ
  5. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 13:20 κύριος ἐκολόβωσεν A C D K Δ 1424; εκολοβωσεν κυριος א B L; ο θεος εκολοβωσεν Θ 69; εκολοβωσεν ο θεος Ψ; εκολοβωσεν W
  6. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 ἀγγέλους B D L W; ♦ add αυτου א A C K Δ Θ Ψ 69 1424
  7. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 αὐτοῦ א A B C K Δ Θ 69 1424; omit D L W Ψ
  8. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33 καὶ προσεύχεσθε א A C K L W Δ Θ Ψ 69 1424; omit B D

The Destruction of the Temple Foretold

13 As he came out of the temple, one of his disciples said to him, ‘Look, Teacher, what large stones and what large buildings!’ Then Jesus asked him, ‘Do you see these great buildings? Not one stone will be left here upon another; all will be thrown down.’

When he was sitting on the Mount of Olives opposite the temple, Peter, James, John, and Andrew asked him privately, ‘Tell us, when will this be, and what will be the sign that all these things are about to be accomplished?’ Then Jesus began to say to them, ‘Beware that no one leads you astray. Many will come in my name and say, “I am he!”[a] and they will lead many astray. When you hear of wars and rumours of wars, do not be alarmed; this must take place, but the end is still to come. For nation will rise against nation, and kingdom against kingdom; there will be earthquakes in various places; there will be famines. This is but the beginning of the birth pangs.

Persecution Foretold

‘As for yourselves, beware; for they will hand you over to councils; and you will be beaten in synagogues; and you will stand before governors and kings because of me, as a testimony to them. 10 And the good news[b] must first be proclaimed to all nations. 11 When they bring you to trial and hand you over, do not worry beforehand about what you are to say; but say whatever is given you at that time, for it is not you who speak, but the Holy Spirit. 12 Brother will betray brother to death, and a father his child, and children will rise against parents and have them put to death; 13 and you will be hated by all because of my name. But the one who endures to the end will be saved.

The Desolating Sacrilege

14 ‘But when you see the desolating sacrilege set up where it ought not to be (let the reader understand), then those in Judea must flee to the mountains; 15 someone on the housetop must not go down or enter the house to take anything away; 16 someone in the field must not turn back to get a coat. 17 Woe to those who are pregnant and to those who are nursing infants in those days! 18 Pray that it may not be in winter. 19 For in those days there will be suffering, such as has not been from the beginning of the creation that God created until now, no, and never will be. 20 And if the Lord had not cut short those days, no one would be saved; but for the sake of the elect, whom he chose, he has cut short those days. 21 And if anyone says to you at that time, “Look! Here is the Messiah!”[c] or “Look! There he is!”—do not believe it. 22 False messiahs[d] and false prophets will appear and produce signs and omens, to lead astray, if possible, the elect. 23 But be alert; I have already told you everything.

The Coming of the Son of Man

24 ‘But in those days, after that suffering,

the sun will be darkened,
    and the moon will not give its light,
25 and the stars will be falling from heaven,
    and the powers in the heavens will be shaken.

26 Then they will see “the Son of Man coming in clouds” with great power and glory. 27 Then he will send out the angels, and gather his elect from the four winds, from the ends of the earth to the ends of heaven.

The Lesson of the Fig Tree

28 ‘From the fig tree learn its lesson: as soon as its branch becomes tender and puts forth its leaves, you know that summer is near. 29 So also, when you see these things taking place, you know that he[e] is near, at the very gates. 30 Truly I tell you, this generation will not pass away until all these things have taken place. 31 Heaven and earth will pass away, but my words will not pass away.

The Necessity for Watchfulness

32 ‘But about that day or hour no one knows, neither the angels in heaven, nor the Son, but only the Father. 33 Beware, keep alert;[f] for you do not know when the time will come. 34 It is like a man going on a journey, when he leaves home and puts his slaves in charge, each with his work, and commands the doorkeeper to be on the watch. 35 Therefore, keep awake—for you do not know when the master of the house will come, in the evening, or at midnight, or at cockcrow, or at dawn, 36 or else he may find you asleep when he comes suddenly. 37 And what I say to you I say to all: Keep awake.’

Footnotes

  1. Mark 13:6 Gk I am
  2. Mark 13:10 Gk gospel
  3. Mark 13:21 Or the Christ
  4. Mark 13:22 Or christs
  5. Mark 13:29 Or it
  6. Mark 13:33 Other ancient authorities add and pray